Thesauros Literature Comedy Νεφέλαι

Νεφέλαι

Νεφέλαι Aristophanes

Parodos

[Agon]
τοῦθʼ ἕτερον αὖ μεῖζον κακόν.
Φειδιππίδης
τί δʼ ἢν ἔχων τὸν ἥττω
 
λόγον σε νικήσω λέγων 1445
 
τὴν μητέρʼ ὡς τύπτειν χρεών;
Στρεψιάδης
τί δʼ ἄλλο γʼ ἢν ταυτὶ ποιῇς,
 
οὐδέν σε κωλύσει σεαυτὸν
 
ἐμβαλεῖν ἐς τὸ βάραθρον
 
μετὰ Σωκράτους 1450
 
καὶ τὸν λόγον τὸν ἥττω.
 
ταυτὶ διʼ ὑμᾶς ὦ Νεθέλαι πέπονθʼ ἐγώ,
 
ὑμῖν ἀναθεὶς ἅπαντα τἀμὰ πράγματα.
Χορός
αὐτὸς μὲν οὖν σαυτῷ σὺ τούτων αἴτιος,
 
στρέψας σεαυτὸν ἐς πονηρὰ πράγματα. 1455
Στρεψιάδης
τί δῆτα ταῦτʼ οὔ μοι τότʼ ἠγορεύετε,
 
ἀλλʼ ἄνδρʼ ἄγροικον καὶ γέροντʼ ἐπῄρετε;
Χορός
ἡμεῖς ποιοῦμεν ταῦθʼ ἑκάστοθʼ ὅταν τινὰ
 
γνῶμεν πονηρῶν ὄντʼ ἐραστὴν πραγμάτων,
 
ἕως ἂν αὐτὸν ἐμβάλωμεν ἐς κακόν, 1460
 
ὅπως ἂν εἰδῇ τοὺς θεοὺς δεδοικέναι.
Στρεψιάδης
ὤμοι πονηρά γʼ ὦ Νεφέλαι, δίκαια δέ.
 
οὐ γάρ μʼ ἐχρῆν τὰ χρήμαθʼ ἁδανεισάμην
 
ἀποστερεῖν. νῦν οὖν ὅπως ὦ φίλτατε
 
τὸν Χαιρεφῶντα τὸν μιαρὸν καὶ Σωκράτη 1465
 
ἀπολεῖς μετʼ ἐμοῦ ʼλθών, οἳ σὲ κἄμʼ ἐξηπάτων.
Φειδιππίδης
ἀλλʼ οὐκ ἂν ἀδικήσαιμι τοὺς διδασκάλους.
Στρεψιάδης
ναὶ ναὶ καταιδέσθητι πατρῷον Δία.
Φειδιππίδης
ἰδού γε Δία πατρῷον· ὡς ἀρχαῖος εἶ.
 
Ζεὺς γάρ τις ἔστιν; 1470
Στρεψιάδης
ἔστιν. 1470
Φειδιππίδης
οὐκ ἔστʼ, οὔκ, ἐπεὶ 1470
← Önceki Parodos · 44 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme