Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
καὶ τὸ γύναιόν μʼ ὑποθωπεῦσαν φυστὴν μᾶζαν προσενέγκῃ, 610
Φιλοκλέων
κἄπειτα καθεζομένη παρʼ ἐμοὶ προσαναγκάζῃ, φάγε τουτί,
 
ἔντραγε τουτί· τούτοισιν ἐγὼ γάνυμαι, κοὐ μή με δεήσῃ
 
ἐς σὲ βλέψαι καὶ τὸν ταμίαν, ὁπότʼ ἄριστον παραθήσει
 
καταρασάμενος καὶ τονθορύσας. ἀλλʼ ἢν μή μοι ταχὺ μάξῃ,
 
τάδε κέκτημαι πρόβλημα κακῶν, σκευὴν βελέων ἀλεωρήν. 615
 
κἂν οἶνόν μοι μὴ ʼγχῇς σὺ πιεῖν, τὸν ὄνον τόνδʼ ἐσκεκόμισμαι
 
οἴνου μεστόν, κᾆτʼ ἐγχέομαι κλίνας· οὗτος δὲ κεχηνὼς
 
βρωμησάμενος τοῦ σοῦ δίνου μέγα καὶ στράτιον κατέπαρδεν.
 
ἆρʼ οὐ μεγάλην ἀρχὴν ἄρχω καὶ τοῦ Διὸς οὐδὲν ἐλάττω, 620
 
ὅστις ἀκούω ταὔθʼ ἅπερ ὁ Ζεύς;
 
ἢν γοῦν ἡμεῖς θορυβήσωμεν,
 
πᾶς τίς φησιν τῶν παριόντων,
 
οἷον βροντᾷ τὸ δικαστήριον,
 
ὦ Ζεῦ βασιλεῦ. 625
 
κἂν ἀστράψω, ποππύζουσιν
 
κἀγκεχόδασίν μʼ οἱ πλουτοῦντες
 
καὶ πάνυ σεμνοί.
 
καὶ σὺ δέδοικάς με μάλιστʼ αὐτός·
 
νὴ τὴν Δήμητρα δέδοικας, ἐγὼ δʼ
 
ἀπολοίμην εἴ σε δέδοικα. 630
Χορός
οὐπώποθʼ οὕτω καθαρῶς
 
οὐδενὸς ἠκούσαμεν οὐδὲ
 
ξυνετῶς λέγοντος.
Φιλοκλέων
οὔκ, ἀλλʼ ἐρήμας ᾤεθʼ οὕτω ῥᾳδίως τρυγήσειν.
 
καλῶς γὰρ ᾔδειν ὡς ἐγὼ ταύτῃ κράτιστός εἰμι. 635
Χορός
ὡς δʼ ἐπὶ πάντʼ ἐλήλυθεν
 
κοὐδὲν παρῆλθεν, ὥστʼ ἔγωγʼ
 
ηὐξανόμην ἀκούων,
 
κἀν μακάρων δικάζειν
← Önceki Parodos · 13 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme