Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Agon]
αὐτὸς ἔδοξα νήσοις, 640
Χορός
ἡδόμενος λέγοντι.
Φιλοκλέων
ὡς οὗτος ἤδη σκορδινᾶται κἄστιν οὐκ ἐν αὑτοῦ.
Βδελυκλέων
ἦ μὴν ἐγώ σε τήμερον σκύτη βλέπειν ποιήσω.
Χορός
δεῖ δέ σε παντοίας πλέκειν
 
εἰς ἀπόφυξιν παλάμας. 645
 
τὴν γὰρ ἐμὴν ὀργὴν πεπᾶναι
 
χαλεπὸν νεανίᾳ
 
μὴ πρὸς ἐμοῦ λέγοντι.
 
πρὸς ταῦτα μύλην ἀγαθὴν ὥρα ζητεῖν σοι καὶ νεόκοπτον,
 
ἢν μή τι λέγῃς, ἥτις δυνατὴ τὸν ἐμὸν θυμὸν κατερεῖξαι.
Βδελυκλέων
χαλεπὸν μὲν καὶ δεινῆς γνώμης καὶ μείζονος ἢ ʼπὶ τρυγῳδοῖς 650
 
ἰάσασθαι νόσον ἀρχαίαν ἐν τῇ πόλει ἐντετοκυῖαν.
 
ἀτὰρ ὦ πάτερ ἡμέτερε Κρονίδη —
Φιλοκλέων
παῦσαι καὶ μὴ πατέριζε.
 
εἰ μὴ γὰρ ὅπως δουλεύω ʼγώ, τουτὶ ταχέως με διδάξεις,
 
οὐκ ἔστιν ὅπως οὐχὶ τεθνήξεις, κἂν χρῇ σπλάγχνων μʼ ἀπέχεσθαι.
Βδελυκλέων
ἀκρόασαί νυν ὦ παππίδιον χαλάσας ὀλίγον τὸ μέτωπον· 655
 
καὶ πρῶτον μὲν λόγισαι φαύλως, μὴ ψήφοις ἀλλʼ ἀπὸ χειρός,
 
τὸν φόρον ἡμῖν ἀπὸ τῶν πόλεων συλλήβδην τὸν προσιόντα·
 
κἄξω τούτου τὰ τέλη χωρὶς καὶ τὰς πολλὰς ἑκατοστάς,
 
πρυτανεῖα μέταλλʼ ἀγορὰς λιμένας μεσθοὺς καὶ δημιόπρατα.
 
τούτων πλήρωμα τάλαντʼ ἐγγὺς δισχίλια γίγνεται ἡμῖν. 660
 
ἀπὸ τούτου νυν κατάθες μισθὸν τοῖσι δικασταῖς ἐνιαυτοῦ
 
ἓξ χιλιάσιν, κοὔπω πλείους ἐν τῇ χώρᾳ κατένασθεν,
 
γίγνεται ἡμῖν ἑκατὸν δήπου καὶ πεντήκοντα τάλαντα.
Φιλοκλέων
οὐδʼ ἡ δεκάτη τῶν προσιόντων ἡμῖν ἄρʼ ἐγίγνεθʼ ὁ μισθός.
Βδελυκλέων
μὰ Δίʼ οὐ μέντοι. 665
Φιλοκλέων
καὶ ποῖ τρέπεται δὴ ʼπειτα τὰ χρήματα τἄλλα; 665
Βδελυκλέων
ἐς τούτους τοὺς οὐχὶ προδώσω τὸν Ἀθηναίων κολοσυρτόν,
← Önceki Parodos · 14 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme