Parodos
[Choral]
κἀπισταίην ἐπὶ τοῖς κημοῖς
Φιλοκλέων
ψηφιζομένων ὁ τελευταῖος.
755
σπεῦδʼ ὦ ψυχή. ποῦ μοι ψυχή;
πάρες ὦ σκιερά. μὰ τὸν Ἡρακλέα
μή νυν ἔτʼ ἐγὼ ʼν τοῖσι δικασταῖς
κλέπτοντα Κλέωνα λάβοιμι.
Βδελυκλέων
ἴθʼ ὦ πάτερ πρὸς τῶν θεῶν ἐμοὶ πιθοῦ.
760
Φιλοκλέων
τί σοι πίθωμαι; λέγʼ ὅ τι βούλει πλὴν ἑνός.
Βδελυκλέων
ποίου; φέρʼ ἴδω.
Φιλοκλέων
τοῦ μὴ δικάζειν. τοῦτο δὲ
Ἅιδης διακρινεῖ πρότερον ἢ ʼγὼ πείσομαι.
Βδελυκλέων
σὺ δʼ οὖν, ἐπειδὴ τοῦτο κεχάρηκας ποιῶν,
ἐκεῖσε μὲν μηκέτι βάδιζʼ, ἀλλʼ ἐνθάδε
765
αὐτοῦ μένων δίκαζε τοῖσιν οἰκέταις.
Φιλοκλέων
περὶ τοῦ; τί ληρεῖς;
Βδελυκλέων
ταὔθʼ ἅπερ ἐκεῖ πράττεται·
ὅτι τὴν θύραν ἀνέῳξεν ἡ σηκὶς λάθρᾳ,
ταύτης ἐπιβολὴν ψηφιεῖ μίαν μόνην.
πάντως δὲ κἀκεῖ ταῦτʼ ἔδρας ἑκάστοτε.
770
καὶ ταῦτα μέν νυν εὐλόγως, ἢν ἐξέχῃ
ἕλη κατʼ ὄρθρον, ἡλιάσει πρὸς ἥλιον·
ἐὰν δὲ νείφῃ, πρὸς τὸ πῦρ καθήμενος·
ὕοντος εἴσει· κἄν ἔγρῃ μεσημβρινός,
οὐδείς σʼ ἀποκλῄσει θεσμοθέτης τῇ κιγκλίδι.
775
Φιλοκλέων
τουτί μʼ ἀρέσκει.
Βδελυκλέων
πρὸς δὲ τούτοις γʼ, ἢν δίκην
λέγῃ μακράν τις, οὐχὶ πεινῶν ἀναμενεῖς
δάκνων σεαυτὸν καὶ τὸν ἀπολογούμενον.
Φιλοκλέων
πῶς οὖν διαγιγνώσκειν καλῶς δυνήσομαι
ὥσπερ πρότερον τὰ πράγματʼ ἔτι μασώμενος;
780