Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Parodos 2]
δήπουθεν ὦ παῖ. 295
Παίς
μὰ Δίʼ ἀλλʼ ἰσχάδας ὦ παππία·
 
ἥδιον γάρ.
Χορός
οὐκ ἂν
 
μὰ Δίʼ, εἰ κρέμαισθέ γʼ ὑμεῖς.
Παίς
μὰ Δίʼ οὔ τἄρα προπέμψω σε τὸ λοιπόν.
Χορός
ἀπὸ γὰρ τοῦδέ με τοῦ μισθαρίου 300
 
τρίτον αὐτὸν ἔχειν ἄλφιτα δεῖ καὶ ξύλα κὤψον·
 
ἒ ἔ. σὺ δὲ σῦκά μʼ αἰτεῖς.
Παίς
ἄγε νυν ὦ πάτερ ἢν μὴ
 
τὸ δικαστήριον ἅρχων
 
καθίσῃ νῦν, πόθεν ὠνησόμεθʼ 305
 
ἄριστον; ἔχεις ἐλπίδα
 
χρηστήν τινα νῷν ἢ
 
πόρον Ἕλλας ἱρὸν εὑρεῖν;
Χορός
ἀπαπαῖ φεῦ, ἀπαπαῖ φεῦ,
 
μὰ Δίʼ οὐκ ἔγωγε νῷν οἶδʼ 310
 
ὁπόθεν γε δεῖπνον ἔσται.
Παίς
τί με δῆτʼ ὦ μελέα μῆτερ ἔτικτες;
Χορός
ἵνʼ ἐμοὶ πράγματα βόσκειν παρέχῃς.
Παίς
ἀνόνητον ἄρʼ ὦ θυλάκιόν σʼ εἶχον ἄγαλμα.
 
ἒ ἔ. πάρα νῷν στενάζειν. 315
[Parodos]
φίλοι, τήκομαι μὲν
Φιλοκλέων
πάλαι διὰ τῆς ὀπῆς
 
ὑμῶν ὑπακούων.
 
ἀλλὰ γὰρ οὐχ οἷός τʼ εἴμʼ
 
ᾄδειν. τί ποιήσω;
 
τηροῦμαι δʼ ὑπὸ τῶνδʼ, ἐπεὶ
 
βούλομαί γε πάλαι μεθʼ ὑμῶν 320
 
ἐλθὼν ἐπὶ τοὺς καδίσκους
← Önceki Parodos · 2 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme