Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

Βδελυκλέων
ἀμὶς μέν, ἢν οὐρητιάσῃς, αὑτηὶ
 
παρά σοι κρεμήσετʼ ἐγγὺς ἐπὶ τοῦ παττάλου.
Φιλοκλέων
σοφόν γε τουτὶ καὶ γέροντι πρόσφορον
 
ἐξηῦρες ἀτεχνῶς φάρμακον στραγγουρίας. 810
Βδελυκλέων
καὶ πῦρ γε τουτί· καὶ προσέστηκεν φακῆ
 
ῥοφεῖν, ἐὰν δέῃ τι.
Φιλοκλέων
τοῦτʼ αὖ δεξιόν·
 
κἂν γὰρ πυρέττω, τόν γε μισθὸν λήψομαι.
 
αὐτοῦ μένων γὰρ τὴν φακῆν ῥοφήσομαι.
 
ἀτὰρ τί τὸν ὄρνιν ὡς ἔμʼ ἐξηνέγκατε; 815
Βδελυκλέων
ἵνα γʼ, ἢν καθεύδῃς ἀπολογουμένου τινός,
 
ᾄδων ἄνωθεν ἐξεγείρῃ σʼ οὑτοσί.
Φιλοκλέων
ἓν ἔτι ποθῶ, τὰ δʼ ἄλλʼ ἀρέσκει μοι.
Βδελυκλέων
τὸ τί;
Φιλοκλέων
θἠρῷον εἴ πως ἐκκομίσαις τὸ τοῦ Λύκου.
Βδελυκλέων
πάρεστι τουτί, καὐτὸς ἅναξ οὑτοσί. 820
Φιλοκλέων
ὦ δέσποθʼ ἥρως ὡς χαλεπὸς ἄρʼ ἦσθʼ ἰδεῖν.
Βδελυκλέων
οἷόσπερ ἡμῖν φαίνεται Κλεώνυμος.
Φιλοκλέων
οὔκουν ἔχει γʼ οὐδʼ αὐτὸς ἥρως ὢν ὅπλα.
Βδελυκλέων
εἰ θᾶττον ἐκαθίζου σύ, θᾶττον ἂν δίκην
 
ἐκάλουν. 825
Φιλοκλέων
κάλει νυν, ὡς κάθημαι ʼγὼ πάλαι. 825
Βδελυκλέων
φέρε νυν τίνʼ αὐτῷ πρῶτον εἰσαγάγω δίκην;
 
τί τίς κακὸν δέδρακε τῶν ἐν τᾠκίᾳ;
 
ἡ Θρᾷττα προσκαύσασα πρώην τὴν χύτραν —
Φιλοκλέων
ἐπίσχες οὗτος· ὡς ὀλίγου μʼ ἀπώλεσας.
 
ἄνευ δρυφάκτου τὴν δίκην μέλλεις καλεῖν, 830
 
ὃ πρῶτον ἡμῖν τῶν ἱερῶν ἐφαίνετο;
Βδελυκλέων
μὰ τὸν Δίʼ οὐ πάρεστιν.
Φιλοκλέων
ἀλλʼ ἐγὼ δραμὼν
← Önceki Parodos · 20 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme