Parodos
Φιλοκλέων
ὁ θεσμοθέτης· ποῦ ʼσθʼ οὗτος; ἀμίδα μοι δότω.
935
Βδελυκλέων
αὐτὸς καθελοῦ· τοὺς μάρτυρας γὰρ ἐσκαλῶ.
Λάβητι μάρτυρας παρεῖναι τρύβλιον
δοίδυκα τυρόκνηστιν ἐσχάραν χύτραν,
καὶ τἄλλα, τὰ σκεύη τὰ προσκεκαυμένα.
ἀλλʼ ἔτι σύ γʼ οὐρεῖς καὶ καθίζεις οὐδέπω;
940
Φιλοκλέων
τοῦτον δέ γʼ οἶμʼ ἐγὼ χεσεῖσθαι τήμερον.
Βδελυκλέων
οὐκ αὖ σὺ παύσει χαλεπὸς ὢν καὶ δύσκολος,
καὶ ταῦτα τοῖς φεύγουσιν, ἀλλʼ ὀδὰξ ἔχει;
ἀνάβαινʼ, ἀπολογοῦ. τί σεσιώπηκας; λέγε.
Φιλοκλέων
ἀλλʼ οὐκ ἔχειν οὗτός γʼ ἔοικεν ὅ τι λέγῃ.
945
Βδελυκλέων
οὔκ, ἀλλʼ ἐκεῖνό μοι δοκεῖ πεπονθέναι,
ὅπερ ποτὲ φεύγων ἔπαθε καὶ Θουκυδίδης·
ἀπόπληκτος ἐξαίφνης ἐγένετο τὰς γνάθους.
πάρεχʼ ἐκποδών. ἐγὼ γὰρ ἀπολογήσομαι.
χαλεπὸν μὲν ὦνδρες ἐστὶ διαβεβλημένου
950
ὑπεραποκρίνεσθαι κυνός, λέξω δʼ ὅμως.
ἀγαθὸς γάρ ἐστι καὶ διώκει τοὺς λύκους.
Φιλοκλέων
κλέπτης μὲν οὖν οὗτός γε καὶ ξυνωμότης.
Βδελυκλέων
μὰ Δίʼ ἀλλʼ ἄριστός ἐστι τῶν νυνὶ κυνῶν
οἷός τε πολλοῖς προβατίοις ἐφεστάναι.
955
Φιλοκλέων
τί οὖν ὄφελος, τὸν τυρὸν εἰ κατεσθίει;
Βδελυκλέων
ὅ τι; σοῦ προμάχεται καὶ φυλάττει τὴν θύραν
καὶ τἄλλʼ ἄριστός ἐστιν· εἰ δʼ ὑφείλετο,
ξύγγνωθι. κιθαρίζειν γὰρ οὐκ ἐπίσταται.
Φιλοκλέων
ἐγὼ δʼ ἐβουλόμην ἂν οὐδὲ γράμματα,
960
ἵνα μὴ κακουργῶν ἐνέγραφʼ ἡμῖν τὸν λόγον.
Βδελυκλέων
ἄκουσον ὦ δαιμόνιέ μου τῶν μαρτύρων.
ἀνάβηθι τυρόκνηστι καὶ λέξον μέγα·
σὺ γὰρ ταμιεύουσʼ ἔτυχες. ἀπόκριναι σαφῶς,