Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

Βδελυκλέων
οὗτος·
Φιλοκλέων
αὕτη ʼνταῦθʼ ἔνι.
Βδελυκλέων
ἐξηπάτηται κἀπολέλυκεν οὐχ ἑκών.
 
φέρʼ ἐξεράσω.
Φιλοκλέων
πῶς ἄρʼ ἠγωνίσμεθα;
Βδελυκλέων
δείξειν ἔοικεν. ἐκπέφευγας ὦ Λάβης.
 
πάτερ πάτερ τί πέπονθας; οἴμοι· ποῦ ʼσθʼ ὕδωρ; 995
 
ἔπαιρε σαυτόν.
Φιλοκλέων
εἰπέ νυν ἐκεῖνό μοι,
 
ὄντως ἀπέφυγε;
Βδελυκλέων
νὴ Δίʼ·
Φιλοκλέων
οὐδέν εἰμʼ ἄρα.
Βδελυκλέων
μὴ φροντίσῃς ὦ δαιμόνιʼ· ἀλλʼ ἀνίστασο.
Φιλοκλέων
πῶς οὖν ἐμαυτῷ τοῦτʼ ἐγὼ ξυνείσομαι,
 
φεύγοντʼ ἀπολύσας ἄνδρα; τί ποτε πείσομαι; 1000
 
ἀλλʼ ὦ πολυτίμητοι θεοὶ ξύγγνωτέ μοι·
 
ἄκων γὰρ αὔτʼ ἔδρασα κοὐ τοὐμοῦ τρόπου.
Βδελυκλέων
καὶ μηδὲν ἀγανάκτει γʼ. ἐγὼ γάρ σʼ ὦ πάτερ
 
θρέψω καλῶς, ἄγων μετʼ ἐμαυτοῦ πανταχοῖ,
 
ἐπὶ δεῖπνον, ἐς ξυμπόσιον, ἐπὶ θεωρίαν, 1005
 
ὥσθʼ ἡδέως διάγειν σε τὸν λοιπὸν χρόνον·
 
κοὐκ ἐγχανεῖταί σʼ ἐξαπατῶν Ὑπέρβολος.
 
ἀλλʼ εἰσίωμεν.
Φιλοκλέων
ταῦτά νυν, εἴπερ δοκεῖ.
[Parabasis]
ἀλλʼ ἴτε χαίροντες ὅποι βούλεσθʼ.
Χορός
ὑμεῖς δὲ τέως ὦ μυριάδες 1010
 
ἀναρίθμητοι, 1010
 
νῦν τὰ μέλλοντʼ εὖ λέγεσθαι
 
μὴ πέσῃ φαύλως χαμᾶζʼ
 
εὐλαβεῖσθε.
← Önceki Parodos · 27 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme