Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Parabasis]
τοιόνδʼ εὑρόντες ἀλεξίκακον τῆς χώρας τῆσδε καθαρτήν,
Χορός
πέρυσιν καταπροὔδοτε καινοτάταις σπείραντʼ αὐτὸν διανοίαις,
 
ἃς ὑπὸ τοῦ μὴ γνῶναι καθαρῶς ὑμεῖς ἐποιήσατʼ ἀναλδεῖς· 1045
 
καίτοι σπένδων πόλλʼ ἐπὶ πολλοῖς ὄμνυσιν τὸν Διόνυσον
 
μὴ πώποτʼ ἀμείνονʼ ἔπη τούτων κωμῳδικὰ μηδένʼ ἀκοῦσαι.
 
τοῦτο μὲν οὖν ἔσθʼ ὑμῖν αἰσχρὸν τοῖς μὴ γνοῦσιν παραχρῆμα,
 
ὁ δὲ ποιητὴς οὐδὲν χείρων παρὰ τοῖσι σοφοῖς νενόμισται,
 
εἰ παρελαύνων τοὺς ἀντιπάλους τὴν ἐπίνοιαν ξυνέτριψεν. 1050
 
ἀλλὰ τὸ λοιπὸν τῶν ποιητῶν
 
ὦ δαιμόνιοι τοὺς ζητοῦντας
 
καινόν τι λέγειν κἀξευρίσκειν
 
στέργετε μᾶλλον καὶ θεραπεύετε,
 
καὶ τὰ νοήματα σῴζεσθʼ αὐτῶν, 1055
 
ἐσβάλλετέ τʼ ἐς τὰς κιβωτοὺς
 
μετὰ τῶν μήλων. κἂν ταῦτα ποιῆθʼ,
 
ὑμῖν διʼ ἔτους τῶν ἱματίων
 
ὀζήσει δεξιότητος.
 
ὦ πάλαι ποτʼ ὄντες ἡμεῖς ἄλκιμοι μὲν ἐν χοροῖς, 1060
 
ἄλκιμοι δʼ ἐν μάχαις,
 
καὶ κατʼ αὐτὸ δὴ τοῦτο μόνον ἄνδρες ἀλκιμώτατοι·
 
πρίν ποτʼ ἦν πρὶν ταῦτα, νῦν δʼ
 
οἴχεται, κύκνου τʼ ἔτι πολιώτεραι δὴ
 
αἵδʼ ἐπανθοῦσιν τρίχες. 1065
 
ἀλλὰ κἀκ τῶν λειψάνων δεῖ
 
τῶνδε ῥώμην νεανικὴν σχεῖν·
 
ὡς ἐγὼ τοὐμὸν νομίζω
 
γῆρας εἶναι κρεῖττον ἢ πολλῶν
 
κικίννους νεανιῶν καὶ
 
σχῆμα κεὐρυπρωκτίαν. 1070
 
εἴ τις ὑμῶν ὦ θεαταὶ τὴν ἐμὴν ἰδὼν φύσιν
← Önceki Parodos · 29 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme