Parodos
Χορός
πολλαχοῦ σκοποῦντες ἡμᾶς εἰς ἅπανθʼ εὑρήσετε
τοὺς τρόπους καὶ τὴν δίαιταν σφηξὶν ἐμφερεστάτους.
πρῶτα μὲν γὰρ οὐδὲν ἡμῶν ζῷον ἠρεθισμένον
μᾶλλον ὀξύθυμόν ἐστιν οὐδὲ δυσκολώτερον·
1105
εἶτα τἄλλʼ ὅμοια πάντα σφηξὶ μηχανώμεθα.
ξυλλεγέντες γὰρ καθʼ ἑσμούς, ὡσπερεὶ τἀνθρήνια,
οἱ μὲν ἡμῶν οὗπερ ἅρχων, οἱ δὲ παρὰ τοὺς ἕνδεκα,
οἱ δʼ ἐν ᾠδείῳ δικάζουσʼ, οἱ δὲ πρὸς τοῖς τειχίοις
ξυμβεβυσμένοι πυκνόν, νεύοντες ἐς τὴν γῆν, μόλις
1110
ὥσπερ οἱ σκώληκες ἐν τοῖς κυττάροις κινούμενοι.
ἔς τε τὴν ἄλλην δίαιτάν ἐσμεν εὐπορώτατοι.
πάντα γὰρ κεντοῦμεν ἄνδρα κἀκπορίζομεν βίον.
ἀλλὰ γὰρ κηφῆνες ἡμῖν εἰσιν ἐγκαθήμενοι
οὐκ ἔχοντες κέντρον, οἳ μένοντες ἡμῶν τοῦ φόρου
1115
τὸν πόνον κατεσθίουσιν, οὐ ταλαιπωρούμενοι.
τοῦτο δʼ ἔστʼ ἄλγιστον ἡμῖν, ἤν τις ἀστράτευτος ὢν
ἐκροφῇ τὸν μισθὸν ἡμῶν, τῆσδε τῆς χώρας ὕπερ
μήτε κώπην μήτε λόγχην μήτε φλύκταιναν λαβών.
ἀλλʼ ἐμοὶ δοκεῖ τὸ λοιπὸν τῶν πολιτῶν ἔμβραχυ
1120
ὅστις ἂν μὴ ʼχῃ τὸ κέντρον, μὴ φέρειν τριώβολον.
Φιλοκλέων
οὔτοι ποτὲ ζῶν τοῦτον ἀποδυθήσομαι,
ἐπεὶ μόνος μʼ ἔσωσε παρατεταγμένον,
ὅθʼ ὁ βορέας ὁ μέγας ἐπεστρατεύσατο.
Βδελυκλέων
ἀγαθὸν ἔοικας οὐδὲν ἐπιθυμεῖν παθεῖν.
1125
Φιλοκλέων
μὰ τὸν Δίʼ οὐ γὰρ οὐδαμῶς μοι ξύμφορον.
καὶ γὰρ πρότερον ἐπανθρακίδων ἐμπλήμενος
ἀπέδωκʼ ὀφείλων τῷ κναφεῖ τριώβολον.
Βδελυκλέων
ἀλλʼ οὖν πεπειράσθω γʼ, ἐπειδήπερ γʼ ἅπαξ
ἐμοὶ σεαυτὸν παραδέδωκας εὖ ποιεῖν.
1130