Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

Βδελυκλέων
τιὴ τί δή; 1155
Φιλοκλέων
ἵνʼ ἐξέλῃς με πρὶν διερρυηκέναι.
Βδελυκλέων
ἄγε νυν ὑπολύου τὰς καταράτους ἐμβάδας,
 
τασδὶ δʼ ἀνύσας † ὑπόδυθι † τὰς Λακωνικάς.
Φιλοκλέων
ἐγὼ γὰρ ἂν τλαίην ὑποδήσασθαί ποτε
 
ἐχθρῶν παρʼ ἀνδρῶν δυσμενῆ καττύματα; 1160
Βδελυκλέων
ἔνθες ποτʼ ὦ τᾶν κἀπόβαινʼ ἐρρωμένως
 
ἐς τὴν Λακωνικὴν ἀνύσας.
Φιλοκλέων
ἀκικεῖς γέ με
 
ἐς τὴν πολεμίαν ἀποβιβάζων τὸν πόδα.
Βδελυκλέων
φέρε καὶ τὸν ἕτερον.
Φιλοκλέων
μηδαμῶς τοῦτόν γʼ, ἐπεὶ
 
πάνυ μισολάκων αὐτοῦ ʼστιν εἷς τῶν δακτύλων. 1165
Βδελυκλέων
οὐκ ἔστι παρὰ ταῦτʼ ἄλλα.
Φιλοκλέων
κακοδαίμων ἐγώ,
 
ὅστις ἐπὶ γήρως χίμετλον οὐδὲν λήψομαι.
Βδελυκλέων
ἄνυσόν ποθʼ ὑποδησάμενος· εἶτα πλουσίως
 
ὡδὶ προβὰς τρυφερόν τι διασαλακώνισον.
Φιλοκλέων
ἰδού. θεῶ τὸ σχῆμα, καὶ σκέψαι μʼ ὅτῳ 1170
 
μάλιστʼ ἔοικα τὴν βάδισιν τῶν πλουσίων.
Βδελυκλέων
ὅτῳ; Δοθιῆνι σκόροδον ἠμφιεσμένῳ.
Φιλοκλέων
καὶ μὴν προθυμοῦμαί γε σαυλοπρωκτιᾶν.
Βδελυκλέων
ἄγε νυν, ἐπιστήσει λόγους σεμνοὺς λέγειν
 
ἀνδρῶν παρόντων πολυμαθῶν καὶ δεξιῶν; 1175
Φιλοκλέων
ἔγωγε.
Βδελυκλέων
τίνα δῆτʼ ἂν λέγοις;
Φιλοκλέων
πολλοὺς πάνυ.
 
πρῶτον μὲν ὡς ἡ Λάμιʼ ἁλοῦσʼ ἐπέρδετο,
 
ἔπειτα δʼ ὡς ὁ Καρδοπίων τὴν μητέρα.
Βδελυκλέων
μή ʼμοί γε μύθους, ἀλλὰ τῶν ἀνθρωπίνων,
← Önceki Parodos · 33 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme