Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Episode]
πτήσσει Φρύνιχος ὥς τις ἀλέκτωρ— 1490
Ξανθίας
τάχα βαλλήσεις.
Φιλοκλέων
σκέλος οὐράνιόν γʼ ἐκλακτίζων.
 
πρωκτὸς χάσκει.
Ξανθίας
κατὰ σαυτὸν ὅρα.
Φιλοκλέων
νῦν γὰρ ἐν ἄρθροις τοῖς ἡμετέροις
 
στρέφεται χαλαρὰ κοτυληδών. 1495
 
οὐκ εὖ;
Βδελυκλέων
μὰ Δίʼ οὐ δῆτʼ, ἀλλὰ μανικὰ πράγματα.
Φιλοκλέων
θέρε νυν ἀνείπω κἀνταγωνιστὰς καλῶ.
 
εἴ τις τραγῳδός φησιν ὀρχεῖσθαι καλῶς,
 
ἐμοὶ διορχησόμενος ἐνθάδʼ εἰσίτω.
 
φησίν τις ἢ οὐδείς; 1500
Ξανθίας
εἶς γʼ ἐκεινοσὶ μόνος. 1500
Φιλοκλέων
τίς ὁ κακοδαίμων ἐστίν;
Ξανθίας
υἱὸς Καρκίνου
 
ὁ μέσατος.
Φιλοκλέων
ἀλλʼ οὗτός γε καταποθήσεται·
 
ἀπολῶ γὰρ αὐτὸν ἐμμελείᾳ κονδύλου.
 
ἐν τῷ ῥυθμῷ γὰρ οὐδέν ἐστʼ.
Ξανθίας
ἀλλʼ ᾠζυρὲ
 
ἕτερος τραγῳδὸς Καρκινίτης ἔρχεται, 1505
 
ἀδελφὸς αὐτοῦ.
Φιλοκλέων
νὴ Δίʼ ὠψώνηκʼ ἄρα.
Ξανθίας
μὰ τὸν Δίʼ οὐδέν γʼ ἄλλο πλήν γε καρκίνους·
 
προσέρχεται γὰρ ἕτερος αὖ τῶν Καρκίνου.
Φιλοκλέων
τουτὶ τί ἦν τὸ προσέρπον; ὀξὶς ἢ φάλαγξ;
Ξανθίας
ὁ πινοτήρης οὗτός ἐστι τοῦ γένους, 1510
 
ὁ σμικρότατος, ὃς τὴν τραγῳδίαν ποιεῖ.
Φιλοκλέων
ὦ Καρκίνʼ ὦ μακάριε τῆς εὐπαιδίας,
← Önceki Parodos · 45 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme