Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Episode]
ὅσον τὸ πλῆθος κατέπεσεν τῶν ὀρχίλων.
Φιλοκλέων
ἀτὰρ καταβατέον γʼ ἐπʼ αὐτούς μʼ· ᾠζυρέ,
 
ἅλμην κύκα τούτοισιν, ἢν ἐγὼ κρατῶ. 1515
[Exodus]
φέρε νυν ἡμεῖς αὐτοῖς ὀλίγον ξυγχωρήσωμεν ἅπαντες,
Χορός
ἵνʼ ἐφʼ ἡσυχίας ἡμῶν πρόσθεν βεμβικίζωσιν ἑαυτούς.
 
ἄγʼ ὦ μεγαλώνυμα τέκνα
 
τοῦ θαλασσίου θεοῦ,
 
πηδᾶτε παρὰ ψάμαθον 1520
 
καὶ θῖνʼ ἁλὸς ἀτρυγέτου,
 
καρίδων ἀδελφοί·
 
ταχὺν πόδα κυκλοσοβεῖτε,
 
καὶ τὸ Φρυνίχειον
 
ἐκλακτισάτω τις, ὅπως 1525
 
ἰδόντες ἄνω σκέλος ὤζωσιν
 
οἱ θεαταί.
 
στρόβει, παράβαινε κύκλῳ καὶ γάστρισον σεαυτόν,
 
ῥῖπτε σκέλος οὐράνιον· βέμβικες ἐγγενέσθων. 1530
 
καὐτὸς γὰρ ὁ ποντομέδων ἄναξ πατὴρ προσέρπει
 
ἡσθεὶς ἐπὶ τοῖσιν ἑαυτοῦ παισὶ τοῖς τριόρχοις.
 
ἀλλʼ ἐξάγετʼ, εἴ τι φιλεῖτʼ ὀρχούμενοι, θύραζε 1535
 
ἡμᾶς ταχύ· τοῦτο γὰρ οὐδείς πω πάρος δέδρακεν,
 
ὀρχούμενον ὅστις ἀπήλλαξεν χορὸν τρυγῳδῶν.
← Önceki Parodos · 46 / 46

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme