Thesauros Literature Comedy Σφῆκες

Σφῆκες

Σφῆκες Aristophanes

Parodos

[Choral]
ἢν μὲν ὠνῆταί τις ὀρφὼς μεμβράδας δὲ μὴ ʼθέλῃ,
Βδελυκλέων
εὐθέως εἴρηχʼ ὁ πωλῶν πλησίον τὰς μεμβράδας·
 
ʼοʼὗτος ὀψωνεῖν ἔοιχʼ ἅνθρωπος ἐπὶ τυραννίδι.ʼ 495
 
ἢν δὲ γήτειον προσαιτῇ ταῖς ἀφύαις ἥδυσμά τι,
 
ἡ λαχανόπωλις παραβλέψασά φησι θατέρῳ·
 
εἰπέ μοι, γήτειον αἰτεῖς· πότερον ἐπὶ τυραννίδι,
 
ἢ νομίζεις τὰς Ἀθήνας σοὶ φέρειν ἡδύσματα;
Ξανθίας
κἀμέ γʼ ἡ πόρνη χθὲς εἰσελθόντα τῆς μεσημβρίας, 500
 
ὅτι κελητίσαι ʼκέλευον, ὀξυθυμηθεῖσά μοι
 
ἤρετʼ εἰ τὴν Ἱππίου καθίσταμαι τυραννίδα.
Βδελυκλέων
ταῦτα γὰρ τούτοις ἀκούειν ἡδἔ, εἰ καὶ νῦν ἐγὼ
 
τὸν πατέρʼ ὅτι βούλομαι τούτων ἀπαλλαχθέντα τῶν
 
ὀρθροφοιτοσυκοφαντοδικοταλαιπώρων τρόπων 505
 
ζῆν βίον γενναῖον ὥσπερ Μόρυχος, αἰτίαν ἔχω
 
ταῦτα δρᾶν ξυνωμότης ὢν καὶ φρονῶν τυραννικά.
Φιλοκλέων
νὴ Δίʼ ἐν δίκῃ γʼ· ἐγὼ γὰρ οὐδʼ ἂν ὀρνίθων γάλα
 
ἀντὶ τοῦ βίου λάβοιμʼ ἂν οὗ με νῦν ἀποστερεῖς·
 
οὐδὲ χαίρω βατίσιν οὐδʼ ἐγχέλεσιν, ἀλλʼ ἥδιον ἄν 510
 
δικίδιον σμικρὸν φάγοιμʼ ἂν ἐν λοπάδι πεπνιγμένον.
Βδελυκλέων
νὴ Δίʼ εἰθίσθης γὰρ ἥδεσθαι τοιούτοις πράγμασιν·
 
ἀλλʼ ἐὰν σιγῶν ἀνάσχῃ καὶ μάθῃς ἁγὼ λέγω,
 
ἀναδιδάξειν οἴομαί σʼ ὡς πάντα ταῦθʼ ἁμαρτάνεις.
Φιλοκλέων
ἐξαμαρτάνω δικάζων; 515
Βδελυκλέων
καταγελώμενος μὲν οὖν 515
 
οὐκ ἐπαϊεις ὑπʼ ἀνδρῶν, οὓς σὺ μόνον οὐ προσκυνεῖς.
 
ἀλλὰ δουλεύων λέληθας.
Φιλοκλέων
παῦε δουλείαν λέγων,
 
ὅστις ἄρχω τῶν ἁπάντων.
Βδελυκλέων
οὐ σύ γʼ, ἀλλʼ ὑπηρετεῖς
 
οἰόμενος ἄρχειν· ἐπεὶ δίδαξον ἡμᾶς ὦ πάτερ,
← Önceki Parodos · 9 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme