Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Agon]
μὴ πρίν γʼ ἂν ἐγὼ τὼ βοιδαρίω τὠμὼ πρώτιστʼ ἀποδῶμαι. 585
Πισθέταιρος
ἢν δʼ ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
 
ἀγάθʼ αὐτοῖσιν πάντα παρέσται.
Ἔποψ
λέγε δή μοι τῶν ἀγαθῶν ἕν.
Πισθέταιρος
πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
 
ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
 
εἶθʼ οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται, 590
 
ἀλλʼ ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
Ἔποψ
πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρʼ ἐρῶσιν.
Πισθέταιρος
τὰ μέταλλʼ αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
 
τάς τʼ ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
 
ὥστʼ ἀπολεῖται τῶν ναυκλήρων οὐδείς. 595
Ἔποψ
πῶς οὐκ ἀπολεῖται; 595
Πισθέταιρος
προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ·
 
νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται· νυνὶ πλεῖ, κέρδος ἐπέσται.
Ἐυελπίδης
γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κοὐκ ἂν μείναιμι παρʼ ὑμῖν.
Πισθέταιρος
τοὺς θησαυρούς τʼ αὐτοῖς δείξουσʼ οὓς οἱ πρότεροι κατέθεντο
 
τῶν ἀργυρίων· οὗτοι γὰρ ἴσασι· λέγουσι δέ τοι τάδε πάντες, 600
 
οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρʼ ὄρνις.
Ἐυελπίδης
πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
Ἔποψ
πῶς δʼ ὑγιείαν δώσουσʼ αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
Πισθέταιρος
ἢν εὖ πράττωσʼ, οὐχ ὑγιεία μεγάλη τοῦτʼ ἐστί; σάφʼ ἴσθι,
 
ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει. 605
Ἔποψ
πῶς δʼ ἐς γῆράς ποτʼ ἀφίξονται; καὶ γὰρ τοῦτʼ ἔστʼ ἐν Ὀλύμπῳ·
 
ἢ παιδάριʼ ὄντʼ ἀποθνῄσκειν δεῖ;
Πισθέταιρος
μὰ Δίʼ ἀλλὰ τριακόσιʼ αὐτοῖς
 
ἔτι προσθήσουσʼ ὄρνιθες ἔτη.
Ἔποψ
παρὰ τοῦ;
Πισθέταιρος
παρʼ ὅτου; παρʼ ἑαυτῶν.
 
οὐκ οἶσθʼ ὅτι πέντʼ ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
← Önceki Parodos · 13 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme