Parodos
[Agon]
αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
610
Πισθέταιρος
οὐ γὰρ πολλῷ;
πρῶτον μέν γʼ οὐχὶ νεὼς ἡμᾶς
οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
οὐδὲ θυρῶσαι χρυσαῖσι θύραις,
ἀλλʼ ὑπὸ θάμνοις καὶ πρινιδίοις
615
οἰκήσουσιν. τοῖς δʼ αὖ σεμνοῖς
τῶν ὀρνίθων δένδρον ἐλάας
ὁ νεὼς ἔσται· κοὐκ ἐς Δελφοὺς
οὐδʼ εἰς Ἄμμωνʼ ἐλθόντες ἐκεῖ
θύσομεν, ἀλλʼ ἐν ταῖσιν κομάροις
620
καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
κριθὰς πυροὺς εὐξόμεθʼ αὐτοῖς
ἀνατείνοντες τὼ χεῖρʼ ἀγαθῶν
διδόναι τι μέρος· καὶ ταῦθʼ ἡμῖν
πυροὺς ὀλίγους προβαλοῦσιν.
[Lyric-Scene]
ὦ φίλτατʼ ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
Χορός
οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθʼ ἑκὼν τῆς σῆς γνώμης ἔτʼ ἀφείμην.
ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
ἐπηπείλησα καὶ κατώμοσα,
630
ὁμόφρονας λόγους δικαίους
φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
635
θεοὺς ἔτι σκῆπτρα τἀμὰ τρίψειν.
ἀλλʼ ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθʼ ἡμεῖς·
ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντʼ ἀνάκειται.
Ἔποψ
καὶ μὴν μὰ τὸν Δίʼ οὐχὶ νυστάζειν ἔτι