Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

Ἔποψ
ὥρα ʼστὶν ἡμῖν οὐδὲ μελλονικιᾶν, 640
 
ἀλλʼ ὡς τάχιστα δεῖ τι δρᾶν· πρῶτον δέ γε
 
εἰσέλθετʼ ἐς νεοττιάν γε τὴν ἐμὴν
 
καὶ τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα,
 
καὶ τοὔνομʼ ἡμῖν φράσατον.
Πισθέταιρος
ἀλλὰ ῥᾴδιον.
 
ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
 
Εὐελπίδης Κριῶθεν. 645
Ἔποψ
ἀλλὰ χαίρετον 645
 
ἄμφω.
Πισθέταιρος
δεχόμεθα.
Ἔποψ
δεῦρο τοίνυν εἴσιτον.
Πισθέταιρος
ἴωμεν· εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
Ἔποψ
ἴθι.
Πισθέταιρος
ἀτὰρ τὸ δεῖνα, δεῦρʼ ἐπανάκρουσαι πάλιν.
 
φέρʼ ἴδω, φράσον νῷν, πῶς ἐγώ τε χοὐτοσὶ
 
ξυνεσόμεθʼ ὑμῖν πετομένοις οὐ πετομένω; 650
Ἔποψ
καλῶς.
Πισθέταιρος
ὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
 
ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχʼ, ὡς
 
φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
Ἔποψ
μηδὲν φοβηθῇς· ἔστι γάρ τι ῥιζίον,
 
ὃ διατραγόντʼ ἔσεσθον ἐπτερωμένω. 655
Πισθέταιρος
οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
 
καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
[Episode]
οὗτος σὲ καλῶ, σὲ λέγω.
Ἔποψ
τί καλεῖς;
Χορός
τούτους μὲν ἄγων μετὰ σαυτοῦ
 
ἀρίστισον εὖ· τὴν δʼ ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
 
κατάλειφʼ ἡμῖν δεῦρʼ ἐκβιβάσας, ἵνα παίσωμεν μετʼ ἐκείνης. 660
← Önceki Parodos · 15 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme