Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Parodos]
ἀλλὰ μέντοι τίς ποθʼ ἡ λόφωσις ἡ τῶν ὀρνέων;
Πισθέταιρος
ἦ ʼπὶ τὸν δίαυλον ἦλθον;
Ἔποψ
ὥσπερ οἱ Κᾶρες μὲν οὖν
 
ἐπὶ λόφων οἰκοῦσιν ὦγάθʼ ἀσφαλείας οὔνεκα.
Πισθέταιρος
ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
 
ὀρνέων; 295
Ἐυελπίδης
ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού, 295
 
οὐδʼ ἰδεῖν ἔτʼ ἔσθʼ ὑπʼ αὐτῶν πετομένων τὴν εἴσοδον.
Ἔποψ
οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δίʼ ἀτταγᾶς,
 
οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γʼ ἀλκυών.
Πισθέταιρος
τίς γάρ ἐσθʼ οὕπισθεν αὐτῆς;
Ἔποψ
ὅστις ἐστί; κειρύλος.
Πισθέταιρος
κειρύλος γάρ ἐστιν ὄρνις; 300
Ἔποψ
οὐ γάρ ἐστι Σποργίλος; 300
 
χαὐτηί γε γλαῦξ.
Ἐυελπίδης
τί φῄς; τίς γλαῦκʼ Ἀθήναζʼ ἤγαγεν;
Ἔποψ
κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
 
νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
 
πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήνη δρύοψ.
Πισθέταιρος
ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων· 305
 
οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
 
ἆρʼ ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
 
καὶ βλέπουσιν ἐς σὲ κἀμέ.
Ἐυελπίδης
τοῦτο μὲν κἀμοὶ δοκεῖ.
Χορός
ποποποποποποποποποποῖ ποῦ μʼ ἄρʼ ὃς 310
 
ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
Ἔποψ
οὑτοσὶ πάλαι πάρειμι κοὐκ ἀποστατῶ φίλων.
Χορός
τί τί τί τί τί τί τί τί· τίνα λόγον ἄρα ποτὲ
 
πρὸς ἐμὲ φίλον ἔχων; 315
Ἔποψ
κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
← Önceki Parodos · 2 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme