Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene]
τὸ θεῖον ἐνεπόδιζέ με. 965
Πισθέταιρος
ἀλλʼ οὐδὲν οἷόν ἐστʼ ἀκοῦσαι τῶν ἐπῶν.
Χρησμολόγος
ἀλλʼ ὅταν οἰκήσωσι λύκοι πολιαί τε κορῶναι
 
ἐν ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
Πισθέταιρος
τί οὖν προσήκει δῆτʼ ἐμοὶ Κορινθίων;
Χρησμολόγος
ᾐνίξαθʼ ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα. 970
 
πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν·
 
ὃς δέ κʼ ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
 
τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —
Πισθέταιρος
ἔνεστι καὶ τὰ πέδιλα;
Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
 
καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρʼ ἐπιπλῆσαι. 975
Πισθέταιρος
καὶ σπλάγχνα διδόνʼ ἔνεστι;
Χρησμολόγος
λαβὲ τὸ βιβλίον.
 
κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθʼ ὡς ἐπιτέλλω,
 
αἰετὸς ἐν νεφέλῃσι γενήσεαι· αιʼ δέ κε μὴ δῷς,
 
οὐκ ἔσει οὐ τρυγὼν οὐδʼ αἰετὸς οὐ δρυκολάπτης.
Πισθέταιρος
καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα; 980
Χρησμολόγος
λαβὲ τὸ βιβλίον. 980
Πισθέταιρος
οὐδὲν ἄρʼ ὅμοιός ἐσθʼ ὁ χρησμὸς τουτῳί,
 
ὃν ἐγὼ παρὰ τἀπόλλωνος ἐξεγραψάμην·
 
αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
 
λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
 
δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ — 985
Χρησμολόγος
οὐδὲν λέγειν οἶμαί σε.
Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
 
καὶ φείδου μηδὲν μηδʼ αἰετοῦ ἐν νεφέλῃσιν,
 
μήτʼ ἢν Λάμπων ᾖ μήτʼ ἢν ὁ μέγας Διοπείθης.
Χρησμολόγος
καὶ ταῦτʼ ἔνεστʼ ἐνταῦθα;
Πισθέταιρος
λαβὲ τὸ βιβλίον.
← Önceki Parodos · 26 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme