Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene]
ἄπιθι λαβών· ἔστιν δʼ ὁ μισθὸς οὑτοσί.
Ἐπίσκοπος
τουτὶ τί ἦν; 1030
Πισθέταιρος
ἐκκλησία περὶ Φαρνάκου. 1030
Ἐπίσκοπος
μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
Πισθέταιρος
οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
 
οὐ δεινά; καὶ πέμπουσιν ἤδη ʼπισκόπους
 
ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
Ψηφισματοπώλης
ἐὰν δʼ ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ — 1035
Πισθέταιρος
τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
Ψηφισματοπώλης
ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
 
ἥκω παρʼ ὑμᾶς δεῦρο πωλήσων.
Πισθέταιρος
τὸ τί;
Ψηφισματοπώλης
χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι καὶ 1040
 
σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
Πισθέταιρος
σὺ δέ γʼ οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
Ψηφισματοπώλης
οὗτος τί πάσχεις;
Πισθέταιρος
οὐκ ἀποίσεις τοὺς νόμους;
 
πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους. 1045
Ἐπίσκοπος
καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
Πισθέταιρος
ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθʼ ἦσθα σύ;
Ψηφισματοπώλης
ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται 1050
 
κατὰ τὴν στήλην —
Πισθέταιρος
οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθʼ ἦσθʼ ἔτι;
Ἐπίσκοπος
ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
Πισθέταιρος
ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
Ψηφισματοπώλης
μέμνησʼ ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
Πισθέταιρος
αἰβοῖ· λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς; 1055
 
ἀπίωμεν ἡμεῖς ὡς τάχιστʼ ἐντευθενὶ
 
θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
[Parabasis 1]
ἤδη ʼμοὶ τῷ παντόπτᾳ
← Önceki Parodos · 29 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme