Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Parabasis 1]
χλαίνας οὐκ ἀμπισχνοῦνται· 1090
Χορός
οὐδʼ αὖ θερμὴ πνίγους ἡμᾶς
 
ἀκτὶς τηλαυγὴς θάλπει·
 
ἀλλʼ ἀνθηρῶν λειμώνων
 
φύλλων τʼ ἐν κόλποις ναίω,
 
ἡνίκʼ ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας 1095
 
θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
 
χειμάζω δʼ ἐν κοίλοις ἄντροις
 
νύμφαοις οὐρείαις ξυμπαίζων·
 
ἠρινά τε βοσκόμεθα παρθένια
 
λευκότροφα μύρτα Χαρίτων τε κηπεύματα. 1100
[Parabasis]
τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,
Χορός
ὅσʼ ἀγάθʼ, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,
 
ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
 
πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται, 1105
 
γλαῦκες ὑμᾶς οὔποτʼ ἐπιλείψουσι Λαυρειωτικαί·
 
ἀλλʼ ἐνοικήσουσιν ἔνδον, ἔν τε τοῖς βαλλαντίοις
 
ἐννεοττεύσουσι κἀκλέψουσι μικρὰ κέρματα.
 
εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε·
 
τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν· 1110
 
κἂν λαχόντες ἀρχίδιον εἶθʼ ἁρπάσαι βούλησθέ τι,
 
ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.
 
ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
 
ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν
 
ὥσπερ ἀνδριάντες· ὡς ὑμῶν ὃς ἂν μὴ μῆνʼ ἔχῃ, 1115
 
ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθʼ οὕτω δίκην
 
δώσεθʼ ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
Πισθέταιρος
τὰ μὲν ἱέρʼ ἡμῖν ἐστιν ὦρνιθες καλά·
 
ἀλλʼ ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
 
οὐδείς, ὅτου πευσόμεθα τἀκεῖ πράγματα. 1120
← Önceki Parodos · 31 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme