Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene 1]
ἀλλʼ ὅμως ἂν ἀπέθανες.
Πισθέταιρος
δεινότατα γάρ τοι πεισόμεσθʼ, ἐμοὶ δοκεῖ, 1225
 
εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δʼ οἱ θεοὶ
 
ἀκολαστανεῖτε, κοὐδέπω γνώσεσθʼ ὅτι
 
ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
 
φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
Ἶρις
ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς 1230
 
φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
 
μηλοσφαγεῖν τε βουθύτοις ἐπʼ ἐσχάραις
 
κνισᾶν τʼ ἀγυιάς.
Πισθέταιρος
τί σὺ λέγεις; ποίοις θεοῖς;
Ἶρις
ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
Πισθέταιρος
θεοὶ γὰρ ὑμεῖς; 1235
Ἶρις
τίς γάρ ἐστʼ ἄλλος θεός; 1235
Πισθέταιρος
ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
 
οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δίʼ οὐ τῷ Διί.
Ἶρις
ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
 
δεινάς, ὅπως μή σου γένος πανώλεθρον
 
Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη, 1240
 
λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
 
καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
Πισθέταιρος
ἄκουσον αὕτη· παῦε τῶν παφλασμάτων·
 
ἔχʼ ἀτρέμα. φέρʼ ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
 
ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς; 1245
 
ἆρʼ οἶσθʼ ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
 
μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
 
καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
 
πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
 
ὄρνις ἐπʼ αὐτὸν παρδαλᾶς ἐνημμένους 1250
 
πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε
← Önceki Parodos · 36 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme