Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Choral 1]
καλεῖ τις ἀνθρώπων.
Πισθέταιρος
τύχη μόνον προσείη. 1315
Χορός
κατέχουσι δʼ ἔρωτες ἐμᾶς πόλεως.
Πισθέταιρος
θάττον φέρειν κελεύω.
Χορός
τί γὰρ οὐκ ἔνι ταύτῃ
 
καλὸν ἀνδρὶ μετοικεῖν;
 
Σοφία Πόθος Ἀμβροσία Χάριτες 1320
 
τό τε τῆς ἀγανόφρονος Ἡσυχίας
 
εὐήμερον πρόσωπον.
Πισθέταιρος
ὡς βλακικῶς διακονεῖς·
 
οὐ θᾶττον ἐγκονήσεις;
Χορός
φερέτω κάλαθον ταχύ τις πτερύγων, 1325
 
σὺ δʼ αὖθις ἐξόρμα —
Πισθέταιρος
τύπτων γε τοῦτον ὡδί.
Χορός
πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
Πισθέταιρος
Μανῆς γάρ ἐστι δειλός.
Χορός
σὺ δὲ τὰ πτερὰ πρῶτον 1330
 
διάθες τάδε κόσμῳ,
 
τά τε μουσίχʼ ὁμοῦ τά τε μαντικὰ καὶ
 
τὰ θαλάττιʼ. ἔπειτα δʼ ὅπως φρονίμως
 
πρὸς ἄνδρʼ ὁρῶν πτερώσεις.
Πισθέταιρος
οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι, 1335
 
οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
[Episode]
γενοίμαν αἰετὸς ὑψιπέτας,
Πατραλοίας
ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
 
γλαυκᾶς ἐπʼ οἶδμα λίμνας.
Πισθέταιρος
ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος. 1340
 
ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
Πατραλοίας
αἰβοῖ·
 
οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον·
← Önceki Parodos · 39 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme