Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Agon]
τοῦτο μὲν ληρεῖς ἔχων
Πισθέταιρος
κάρτα· πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τὠφθαλμὼ ʼκκοπῇς;
Χορός
ἰὼ ἰώ,
 
ἔπαγʼ ἔπιθʼ ἐπίφερε πολέμιον
 
ὁρμὰν φονίαν, πτέρυγά τε παντᾷ 345
 
ἐπίβαλε περί τε κύκλωσαι·
 
ὡς δεῖ τώδʼ οἰμώζειν ἄμφω
 
καὶ δοῦναι ῥύγχει φορβάν.
 
οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
 
οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται 350
 
τώδʼ ἀποφυγόντε με.
 
ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
 
ποῦ ʼσθʼ ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.
Ἐυελπίδης
τοῦτʼ ἐκεῖνο· ποῖφύγω δύστηνος;
Πισθέταιρος
οὗτος οὐ μενεῖς;
Ἐυελπίδης
ἵνʼ ὑπὸ τούτων διαφορηθῶ; 355
Πισθέταιρος
πῶς γὰρ ἂν τούτους δοκεῖς 355
 
ἐκφυγεῖν;
Ἐυελπίδης
οὐκ οἶδʼ ὅπως ἄν.
Πισθέταιρος
ἀλλʼ ἐγώ τοί σοι λέγω,
 
ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειν τε τῶν χυτρῶν.
Ἐυελπίδης
τί δὲ χύτρα νώ γʼ ὠφελήσει;
Πισθέταιρος
γλαῦξ μὲν οὐ πρόσεισι νῷν.
Ἐυελπίδης
τοῖς δὲ γαμψώνυξι τοισδί;
Πισθέταιρος
τὸν ὀβελίσκον ἁρπάσας
 
εἶτα κατάπηξον πρὸ σαυτοῦ. 360
Ἐυελπίδης
τοῖσι δʼ ὀφθαλμοῖσι τί; 360
Πισθέταιρος
ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
Ἐυελπίδης
ὦ σοφώτατʼ, εὖ γʼ ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς·
 
ὑπερακοντίζεις σύ γʼ ἤδη Νικίαν ταῖς μηχαναῖς.
← Önceki Parodos · 4 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme