Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

[Lyric-Scene 1]
βλαστάνει καὶ συκοφαντεῖ,
Χορός
τοῦ δὲ χειμῶνος πάλιν τὰς 1480
 
ἀσπίδας φυλλορροεῖ.
 
ἔστι δʼ αὗ χώρα πρὸς αὐτῷ
 
τῷ σκότῳ πόρρω τις ἐν
 
τῇ λύχνων ἐρημίᾳ,
 
ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι 1485
 
ξυναριστῶσι καὶ ξύν-
 
εισι πλὴν τῆς ἑσπέρας.
 
τηνικαῦτα δʼ οὐκέτʼ ἦν
 
ἀσφαλὲς ξυντυγχάνειν.
 
εἰ γὰρ ἐντύχοι τις ἥρῳ 1490
 
τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
 
γυμνὸς ἦν πληγεὶς ὑπʼ αὐτοῦ
 
πάντα τἀπιδέξια.
Προμηθεύς
οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μʼ ὄψεται.
 
ποῦ Πισθέταιρός ἐστʼ; 1495
Πισθέταιρος
ἔα τουτὶ τί ἦν; 1495
 
τίς ὁ συγκαλυμμός;
Προμηθεύς
τῶν θεῶν ὁρᾷς τινα
 
ἐμοῦ κατόπιν ἐνταῦθα;
Πισθέταιρος
μὰ Δίʼ ἐγὼ μὲν οὔ.
 
τίς δʼ εἶ σύ;
Προμηθεύς
πηνίκʼ ἐστὶν ἄρα τῆς ἡμέρας;
Πισθέταιρος
ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
 
ἀλλὰ σὺ τίς εἶ; 1500
Προμηθεύς
βουλυτὸς ἢ περαιτέρω; 1500
Πισθέταιρος
οἴμʼ ὡς βδελύττομαί σε.
Προμηθεύς
τί γὰρ ὁ Ζεὺς ποιεῖ;
 
ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
← Önceki Parodos · 45 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme