Thesauros Literature Comedy Ὄρνιθες

Ὄρνιθες

Ὄρνιθες Aristophanes

Parodos

Ἄγγελος
τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται
 
ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
 
πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος·
 
ὀσμὴ δʼ ἀνωνόμαστος ἐς βάθος κύκλου 1715
 
χωρεῖ, καλὸν θέαμα· θυμιαμάτων δʼ
 
αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
 
ὁδὶ δὲ καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
 
Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
[Exodus]
ἄναγε δίεχε πάραγε πάρεχε. 1720
Χορός
περιπέτεσθε
 
τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
 
ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
 
ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας. 1725
 
μεγάλαι μεγάλαι κατέχουσι τύχαι
 
γένος ὀρνίθων
 
διὰ τόνδε τὸν ἄνδρʼ. ἀλλʼ ὑμεναίοις
 
καὶ νυμφιδίοισι δέχεσθʼ ᾠδαῖς
 
αὐτὸν καὶ τὴν Βασίλειαν. 1730
[Exodus 1]
Ἥρᾳ ποτʼ Ὀλυμπίᾳ
Χορός
τῶν ἠλιβάτων θρόνων
 
ἄρχοντα θεοῖς μέγαν
 
Μοῖραι ξυνεκοίμισαν
 
ἐν τοιῷδʼ ὑμεναίῳ. 1735
 
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ,
 
Ὑμὴν ὦ Ὑμέναιʼ ὦ.
 
ὁ δʼ ἀμφιθαλὴς Ἔρως
 
χρυσόπτερος ἡνίας
 
ηὔθυνε παλιντόνους,
 
Ζηνὸς πάροχος γάμων 1740
 
τῆς τʼ εὐδαίμονος Ἥρας.
← Önceki Parodos · 54 / 55 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme