Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Agon]
ἀκροῶ δή,
Λυσιστράτη
καὶ τὰς χεῖρας πειρῶ κατέχειν.
Πρόβουλος
ἀλλʼ οὐ δύναμαι· χαλεπὸν γὰρ
 
ὑπὸ τῆς ὀργῆς αὐτὰς ἴσχειν. 505
Γυνὴ Α.
κλαύσει τοίνυν πολὺ μᾶλλον. 505
Πρόβουλος
τοῦτο μὲν ὦ γραῦ σαυτῇ κρώξαις· σὺ δέ μοι λέγε.
Λυσιστράτη
ταῦτα ποιήσω.
 
ἡμεῖς τὸν μὲν πρότερον πόλεμον † καὶ τὸν χρόνον ἠνεσχόμεθα †
 
ὑπὸ σωφροσύνης τῆς ἡμετέρας τῶν ἀνδρῶν ἅττʼ ἐποιεῖτε.
 
οὐ γὰρ γρύζειν εἰᾶθʼ ἡμᾶς. καίτοὐκ ἠρέσκετέ γʼ ἡμᾶς.
 
ἀλλʼ ᾐσθανόμεσθα καλῶς ὑμῶν, καὶ πολλάκις ἔνδον ἂν οὖσαι 510
 
ἠκούσαμεν ἄν τι κακῶς ὑμᾶς βουλευσαμένους μέγα πρᾶγμα·
 
εἶτʼ ἀλγοῦσαι τἄνδοθεν ὑμᾶς ἐπανηρόμεθʼ ἂν γελάσασαι,
 
τί βεβούλευται περὶ τῶν σπονδῶν ἐν τῇ στήλῃ παραγράψαι
 
ἐν τῷ δήμῳ τήμερονὑμῖν; τίδὲ σοὶ ταῦτʼ; ἦ δʼ ὃς ἂν ἁνήρ.
 
οὐ σιγήσει; κἀγὼ ἐσίγων. 515
Γυνὴ Β.
ἀλλʼ οὐκ ἂν ἐγώ ποτʼ ἐσίγων. 515
Πρόβουλος
κἂν ᾤμωζές γʼ, εἰ μὴ ʼσίγας.
Λυσιστράτη
τοιγὰρ ἔγωγʼ ἔνδον ἐσίγων.
 
ἔτερόν τι πονηρότερον βούλευμʼ ἐπεπύσμεθʼ ἂν ὑμῶν·
 
εἶτʼ ἠρόμεθʼ ἄν· πῶς ταῦτʼ ὦνερ διαπράττεσθʼ ὧδʼ ἀνοήτως;
 
ὁ δέ μʼ εὐθὺς ὑποβλέψας ἂν ἔφασκʼ, εἰ μὴ τὸν στήμονα νήσω,
 
ὀτοτύξεσθαι μακρὰ τὴν κεφαλήν· πόλεμος δʼ ἄνδρεσσι μελήσει. 520
Πρόβουλος
ὀρθῶς γε λέγων νὴ Δίʼ ἐκεῖνος.
Λυσιστράτη
πῶς ὀρθῶς ὦ κακόδαιμον,
 
εἰ μηδὲ κακῶς βουλευομένοις ἐξῆν ὑμῖν ὑποθέσθαι;
 
ὅτε δὴ δʼ ὑμῶν ἐν ταῖσιν ὁδοῖς φανερῶς ἠκούομεν ἤδη,
 
οὐκ ἔστιν ἀνὴρ ἐν τῇ χώρᾳ; μὰ Δίʼ οὐ δῆτʼ, εἶφʼ ἕτερός τις·
 
μετὰ ταῦθʼ ἡμῖν εὐθὺς ἔδοξεν σῶσαι τὴν Ἑλλάδα κοινῇ 525
 
ταῖσι γυναιξὶν συλλεχθείσαις. ποῖ γὰρ καὶ χρῆν ἀναμεῖναι;
← Önceki Parodos · 10 / 39 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme