Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

[Lyric-Scene 2]
τὸν σάκανδρον ἐκφανεῖς.
Χορὸς Γυναικῶν
ἀλλʼ ὅμως ἂν οὐκ ἴδοις 825
 
καίπερ οὔσης γραὸς ὄντʼ αὐτὸν
 
κομήτην, ἀλλʼ ἀπεψιλωμένον
 
τῷ λύχνῳ.
Λυσιστράτη
ἰοὺ ἰοὺ γυναῖκες ἴτε δεῦρʼ ὡς ἐμὲ
 
ταχέως. 830
Γυνή
τί δʼ ἔστιν; εἰπέ μοι τίς ἡ βοή; 830
Λυσιστράτη
ἄνδρʼ ἄνδρʼ ὁρῶ προσιόντα παραπεπληγμένον,
 
τοῖς τῆς Ἀφροδίτης ὀργίοις εἰλημμένον.
 
ὦ πότνια Κύπρου καὶ Κυθήρων καὶ Πάφου
 
μεδέουσʼ, ἴθʼ ὀρθὴν ἥνπερ ἔρχι τὴν ὁδόν.
Γυνή
ποῦ δʼ ἐστὶν ὅστις ἐστί; 835
Λυσιστράτη
παρὰ τὸ τῆς Χλόης. 835
Γυνὴ
ὢ νὴ Δίʼ ἔστι δῆτα. τίς κἀστίν ποτε;
Λυσιστράτη
ὁρᾶτε· γιγνώσκει τις ὑμῶν;
Μυρρίνη
νὴ Δία
 
ἔγωγε· κἀστὶν οὑμὸς ἀνὴρ Κινησίας.
Λυσιστράτη
σὸν ἔργον ἤδη τοῦτον ὀπτᾶν καὶ στρέφειν
 
κἀξηπεροπεύειν καὶ φιλεῖν καὶ μὴ φιλεῖν, 840
 
καὶ πάνθʼ ὑπέχειν πλὴν ὧν σύνοιδεν ἡ κύλιξ.
Μυρρίνη
ἀμέλει ποιήσω ταῦτʼ ἐγώ.
Λυσιστράτη
καὶ μὴν ἐγὼ
 
ξυνηπεροπεύσω σοι παραμένουσʼ ἐνθαδί,
 
καὶ ξυσταθεύσω τοῦτον. ἀλλʼ ἀπέλθετε.
Κινησίας
οἴμοι κακοδαίμων, οἷος ὁ σπασμός μʼ ἔχει 845
 
χὠ τέτανος ὥσπερ ἐπὶ τροχοῦ στρεβλούμενον.
Λυσιστράτη
τίς οὗτος οὑντὸς τῶν φυλάκων ἑστώς;
Κινησίας
ἐγώ.
Λυσιστράτη
ἀνήρ;
← Önceki Parodos · 21 / 39 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme