Thesauros Literature Comedy Λυσιστράτη

Λυσιστράτη

Λυσιστράτη Aristophanes

Parodos

Λυσιστράτη
μηδὲν ἐκμοχλεύετε· 430
 
ἐξέρχομαι γὰρ αὐτομάτη. τί δεῖ μοχλῶν;
 
οὐ γὰρ μοχλῶν δεῖ μᾶλλον ἢ νοῦ καὶ φρενῶν.
Πρόβουλος
ἄληθες ὦ μιαρὰ σύ; ποῦ ʼσθʼ ὁ τοξότης;
 
ξυλλάμβανʼ αὐτὴν κὠπίσω τὼ χεῖρε δεῖ.
Λυσιστράτη
εἴ τἄρα νὴ τὴν Ἄρτεμιν τὴν χεῖρά μοι 435
 
ἄκραν προσοίσει δημόσιος ὤν, κλαύσεται.
Πρόβουλος
ἔδεισας οὗτος; οὐ ξυναρπάσει μέσην
 
καὶ σὺ μετὰ τούτου κἀνύσαντε δήσετον;
Γυνὴ Α
εἴ τἄρα νὴ τὴν Πάνδροσον ταύτῃ μόνον
 
τὴν χεῖρʼ ἐπιβαλεῖς, ἐπιχεσεῖ πατούμενος. 440
Πρόβουλος
ἰδού γʼἐπιχεσεῖ. ποῦ ʼστιν ἕτερος τοξότης;
 
ταύτην προτέραν ξύνδησον, ὁτιὴ καὶ λαλεῖ.
Γυνὴ Β
εἴ τἄρα νὴ τὴν Φωσφόρον τὴν χεῖρʼ ἄκραν
 
ταύτῃ προσοίσεις, κύαθον αἰτήσεις τάχα.
Πρόβουλος
τουτὶ τί ἦν; ποῦ τοξότης; ταύτης ἔχου. 445
 
παύσω τινʼ ὑμῶν τῆσδʼ ἐγὼ τῆς ἐξόδου.
Γυνὴ Γ
εἴ τἄρα νὴ τὴν Ταυροπόλον ταύτῃ πρόσει,
 
ἐκκοκκιῶ σου τὰς στενοκωκύτους τρίχας.
Πρόβουλος
οἴμοι κακοδαίμων· ἐπιλέλοιφʼ ὁ τοξότης.
 
ἀτὰρ οὐ γυναικῶν οὐδέποτʼ ἔσθʼ ἡττητέα 450
 
ἡμῖν· ὁμόσε χωρῶμεν αὐταῖς ὦ Σκύθαι
 
ξυνταξάμενοι.
Λυσιστράτη
νὴ τὼ θεὼ γνώσεσθʼ ἄρα
 
ὅτι καὶ παρʼ ἡμῖν εἰσι τέτταρες λόχοι
 
μαχίμων γυναικῶν ἔνδον ἐξωπλισμένων.
Πρόβουλος
ἀποστρέφετε τὰς χεῖρας αὐτῶν ὦ Σκύθαι. 455
Λυσιστράτη
ὦ ξύμμαχοι γυναῖκες ἐκθεῖτʼ ἔνδοθεν,
 
ὦ σπερμαγοραιολεκιθολαχανοπώλιδες,
 
ὦ σκοροδοπανδοκευτριαρτοπώλιδες,
← Önceki Parodos · 7 / 39 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme