Parodos
Κλεισθένης
φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
575
γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
580
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
Χορός
τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Κλεισθένης
Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
585
Χορός
πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
Κλεισθένης
ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
Χορός
καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
Κλεισθένης
ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
590
καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
Μνησίλοχος
πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
Κλεισθένης
ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
595
εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
Χορός
τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
600
καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
Κλεισθένης
φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;