Thesauros Literature Comedy Θεσμοφοριάζουσαι

Θεσμοφοριάζουσαι

Θεσμοφοριάζουσαι Aristophanes

Parodos

[Choral 1]
δείξει τʼ ἤδη
Χορός
πᾶσιν ἀνθρώποις σεβίζειν δαίμονας
 
†δικαίως τʼ ἐφέποντας † ὅσια καὶ νόμιμα 675
 
μηδομένους ποιεῖν ὅ τι καλῶς ἔχει.
 
κἂν μὴ ποιῶσι ταῦτα τοιάδʼ ἔσται·
 
αὐτῶν ὅταν ληφθῇ τις ἀνόσιόν τι δρῶν,
 
†μανίαισ† φλέγων λύσσῃ παράκοπος, 680
 
†εἴ τι δρῴη†
 
πᾶσιν ἐμφανὴς ὁρᾶν ἔσται γυναιξὶ καὶ βροτοῖσιν,
 
ὅτι τά τε παράνομα τά τʼ ἀνόσια παρὼν
 
θεὸς ἀποτίνεται. 685
 
ἀλλʼ ἔοιχʼ ἡμῖν ἅπαντά τως διεσκέφθαι καλῶς.
 
οὐχ ὁρῶμεν γοῦν ἔτʼ ἄλλον οὐδένʼ ἐγκαθήμενον.
Γυνὴ Α
ἆ ποῖ σὺ φεύγεις; οὗτος οὗτος οὐ μενεῖς;
 
τάλαινʼ ἐγὼ τάλαινα, καὶ τὸ παιδίον 690
 
ἐξαρπάσας μοι φροῦδος ἀπὸ τοῦ τιτθίου.
Μνησίλοχος
κέκραχθι· τοῦτο δʼ οὐδέποτε σὺ ψωμιεῖς,
 
ἢν μή μʼ ἀφῆτʼ· ἀλλʼ ἐνθάδʼ ἐπὶ τῶν μηρίων
 
πληγὲν μαχαίρᾳ τῇδε φοινίας φλέβας
 
καθαιματώσει βωμόν. 695
Γυνὴ Α
ὦ τάλαινʼ ἐγώ. 695
 
γυναῖκες, οὐκ ἀρήξετʼ; οὐ πολλὴν βοὴν
 
στήσεσθε καὶ τροπαῖον, ἀλλὰ τοῦ μόνου
 
τέκνου με περιόψεσθʼ ἀποστερουμένην;
[Choral]
ἔα ἔα.
Χορός
ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι 700
 
νεοχμὸν αὖ τέρας;
 
ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
 
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
Μνησίλοχος
οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
← Önceki Parodos · 25 / 45 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme