Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
ὃν οὗτος αὐτοῖς τοῖς ταλάροις κατήσθιεν 560
Πανδοκευτρία
κἄπειτʼ ἐπειδὴ τἀργύριον ἐπραττόμην,
 
ἔβλεψεν ἔς με δριμὺ κἀμυκᾶτό γε.
Ξανθίας
τούτου πάνυ τοὔργον· οὗτος ὁ τρόπος πανταχοῦ.
Πανδοκευτρία
καὶ τὸ ξίφος γʼ ἐσπᾶτο μαίνεσθαι δοκῶν.
Πλαθάνη
νὴ Δία τάλαινα. 565
Πανδοκευτρία
νὼ δὲ δεισάσα γέ που 565
 
ἐπὶ τὴν κατήλιφʼ εὐθὺς ἀνεπηδήσαμεν·
 
ὁ δʼ ᾤχετʼ ἐξᾴξας γε τὰς ψιάθους λαβών.
Ξανθίας
καὶ τοῦτο τούτου τοὔργον.
Πλαθάνη
ἀλλʼ ἐχρῆν τι δρᾶν.
Πανδοκευτρία
ἴθι δὴ κάλεσον τὸν προστάτην Κλέωνά μοι.
Πλαθάνη
σὺ δʼ ἔμοιγʼ ἐάνπερ ἐπιτύχῃς Ὑπέρβολον, 570
 
ἵνʼ αὐτὸν ἐπιτρίψωμεν.
Πανδοκευτρία
ὦ μιαρὰ φάρυξ,
 
ὡς ἡδέως ἄν σου λίθῳ τοὺς γομφίους
 
κόπτοιμʼ ἄν, οἷς μου κατέφαγες τὰ φορτία.
Πλαθάνη
ἐγὼ δέ γʼ ἐς τὸ βάραθρον ἐμβάλοιμί σε.
Πανδοκευτρία
ἐγὼ δὲ τὸν λάρυγγʼ ἂν ἐκτέμοιμί σου 575
 
δρέπανον λαβοῦσʼ, ᾧ τὰς χόλικας κατέσπασας.
Πλαθάνη
ἀλλʼ εἶμʼ ἐπὶ τὸν Κλέωνʼ, ὃς αὐτοῦ τήμερον
 
ἐκπηνιεῖται ταῦτα προσκαλούμενος.
Διόνυσος
κάκιστʼ ἀπολοίμην, Ξανθίαν εἰ μὴ φιλῶ.
Ξανθίας
οἶδʼ οἶδα τὸν νοῦν· παῦε παῦε τοῦ λόγου. 580
 
οὐκ ἂν γενοίμην Ἡρακλῆς ἄν.
Διόνυσος
μηδαμῶς
 
ὦ Ξανθίδιον.
Ξανθίας
καὶ πῶς ἂν Ἀλκμήνης ἐγὼ
 
υἱὸς γενοίμην δοῦλος ἅμα καὶ θνητὸς ὤν;
Διόνυσος
οἶδʼ οἶδʼ ὅτι θυμοῖ, καὶ δικαίως αὐτὸ δρᾷς·
← Önceki Parodos · 10 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme