Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
κἂν εἴ με τύπτοις, οὐκ ἂν ἀντείποιμί σοι. 585
Διόνυσος
ἀλλʼ ἤν σε τοῦ λοιποῦ ποτʼ ἀφέλωμαι χρόνου,
 
πρόρριζος αὐτός, ἡ γυνή, τὰ παιδία,
 
κάκιστʼ ἀπολοίμην, κἀρχέδημος ὁ γλάμων.
Ξανθίας
δέχομαι τὸν ὅρκον κἀπὶ τούτοις λαμβάνω.
Χορός
νῦν σὸν ἔργον ἔστʼ, ἐπειδὴ 590
 
τὴν στολὴν εἴληφας ἥνπερ 590
 
εἶχες ἐξ ἀρχῆς πάλιν,
 
ἀνανεάζειν
 
καὶ βλέπειν αὖθις τὸ δεινόν,
 
τοῦ θεοῦ μεμνημένον
 
ᾧπερ εἰκάζεις σεαυτόν.
 
εἰ δὲ παραληρῶν ἁλώσει
 
κἀκβαλεῖς τι μαλθακόν, 595
 
αὖθις αἴρεσθαί σʼ ἀνάγκη 595
 
ʼσται πάλιν τὰ στρώματα.
Ξανθίας
οὐ κακῶς ὦνδρες παραινεῖτʼ,
 
ἀλλὰ καὐτὸς τυγχάνω ταῦτʼ
 
ἄρτι συννοούμενος.
 
ὅτι μὲν οὖν, ἢν χρηστὸν ᾖ τι,
 
ταῦτʼ ἀφαιρεῖσθαι πάλιν πειράσεταί 600
 
μʼ εὖ οἶδʼ ὅτι. 600
 
ἀλλʼ ὅμως ἐγὼ παρέξω
 
ʼμαυτὸν ἀνδρεῖον τὸ λῆμα
 
καὶ βλέποντʼ ὀρίγανον.
 
δεῖν δʼ ἔοικεν, ὡς ἀκούω
 
τῆς θύρας καὶ δὴ ψόφον.
Ἄιακος
ξυνδεῖτε ταχέως τουτονὶ τὸν κυνοκλόπον, 605
 
ἵνα δῷ δίκην· ἀνύετον.
Διόνυσος
ἥκει τῳ κακόν.
← Önceki Parodos · 11 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme