Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Lyric-Scene]
ἀθάνατος εἶναί φημι Διόνυσος Διός,
Διόνυσος
τοῦτον δὲ δοῦλον.
Ἄιακος
ταῦτʼ ἀκούεις;
Ξανθίας
φήμʼ ἐγώ.
 
καὶ πολύ γε μᾶλλόν ἐστι μαστιγωτέος·
 
εἴπερ θεὸς γάρ ἐστιν, οὐκ αἰσθήσεται.
Διόνυσος
τί δῆτʼ, ἐπειδὴ καὶ σὺ φῂς εἶναι θεός, 635
 
οὐ καὶ σὺ τύπτει τὰς ἴσας πληγὰς ἐμοί;
Ξανθίας
δίκαιος ὁ λόγος· χὠπότερόν γʼ ἂν νῷν ἴδῃς
 
κλαύσαντα πρότερον ἢ προτιμήσαντά τι
 
τυπτόμενον, εἶναι τοῦτον ἡγοῦ μὴ θεόν.
Ἄιακος
οὐκ ἔσθʼ ὅπως οὐκ εἶ σὺ γεννάδας ἀνήρ· 640
 
χωρεῖς γὰρ ἐς τὸ δίκαιον. ἀποδύεσθε δή.
Ξανθίας
πῶς οὖν βασανιεῖς νὼ δικαίως;
Ἄιακος
ῥᾳδίως·
 
πληγὴν παρὰ πληγὴν ἑκάτερον.
Ξανθίας
καλῶς λέγεις.
Ἄιακος
ἰδού.
Ξανθίας
σκόπει νυν ἤν μʼ ὑποκινήσαντʼ ἴδῃς.
Ἄιακος
ἤδη ʼπάταξά σʼ. 645
Ξανθίας
οὐ μὰ Δίʼ. 645
Ἄιακος
οὐδʼ ἐμοὶ δοκεῖς. 645
 
ἀλλʼ εἶμʼ ἐπὶ τονδὶ καὶ πατάξω.
Διόνυσος
πηνίκα;
Ἄιακος
καὶ δὴ ʼπάταξα.
Διόνυσος
κᾆτα πῶς οὐκ ἔπταρον;
Ἄιακος
οὐκ οἶδα· τουδὶ δʼ αὖθις ἀποπειράσομαι.
Ξανθίας
οὔκουν ἀνύσεις τι; ἀτταταῖ.
Ἄιακος
τί τἀτταταῖ;
 
μῶν ὠδυνήθης; 650
← Önceki Parodos · 13 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme