Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Agon]
γλῶσσα μὲν γὰρ ἠγρίωται,
Χορός
λῆμα δʼ οὐκ ἄτολμον ἀμφοῖν,
 
οὐδʼ ἀκίνητοι φρένες.
 
προσδοκᾶν οὖν εἰκός ἐστι 900
 
τὸν μὲν ἀστεῖόν τι λέξειν
 
καὶ κατερρινημένον,
 
τὸν δʼ ἀνασπῶντʼ αὐτοπρέμνοις
 
τοῖς λόγοισιν
 
ἐμπεσόντα συσκεδᾶν πολλὰς
 
ἀλινδήθρας ἐπῶν.
Διόνυσος
ἀλλʼ ὡς τάχιστα χρὴ λέγειν· οὕτω δʼ ὅπως ἐρεῖτον 905
 
ἀστεῖα καὶ μήτʼ εἰκόνας μήθʼ οἷʼ ἂν ἄλλος εἴποι.
Εὐριπίδης
καὶ μὴν ἐμαυτὸν μέν γε τὴν ποίησιν οἷός εἰμι,
 
ἐν τοῖσιν ὑστάτοις φράσω, τοῦτον δὲ πρῶτʼ ἐλέγξω,
 
ὡς ἦν ἀλαζὼν καὶ φέναξ οἵοις τε τοὺς θεατὰς
 
ἐξηπάτα μώρους λαβὼν παρὰ Φρυνίχῳ τραφέντας. 910
 
πρώτιστα μὲν γὰρ ἕνα τινʼ ἂν καθῖσεν ἐγκαλύψας,
 
Ἀχιλλέα τινʼ ἢ Νιόβην, τὸ πρόσωπον οὐχὶ δεικνύς,
 
πρόσχημα τῆς τραγῳδίας, γρύζοντας οὐδὲ τουτί.
Διόνυσος
μὰ τὸν Δίʼ οὐ δῆθʼ.
Εὐριπίδης
ὁ δὲ χορός γʼ ἤρειδεν ὁρμαθοὺς ἂν
 
μελῶν ἐφεξῆς τέτταρας ξυνεχῶς ἄν· οἱ δʼ ἐσίγων. 915
Διόνυσος
ἐγὼ δʼ ἔχαιρον τῇ σιωπῇ, καί με τοῦτʼ ἔτερπεν
 
οὐχ ἧττον ἢ νῦν οἱ λαλοῦντες.
Εὐριπίδης
ἠλίθιος γὰρ ἦσθα,
 
σάφʼ ἴσθι.
Διόνυσος
κἀμαυτῷ δοκῶ. τί δὲ ταῦτʼ ἔδρασʼ ὁ δεῖνα;
Εὐριπίδης
ὑπʼ ἀλαζονείας, ἵνʼ ὁ θεατὴς προσδοκῶν καθοῖτο,
 
ὁπόθʼ ἡ Νιόβη τι φθέγξεται· τὸ δρᾶμα δʼ ἂν διῄει. 920
Διόνυσος
ὢ παμπόνηρος, οἷʼ ἄρʼ ἐφενακιζόμην ὑπʼ αὐτοῦ.
← Önceki Parodos · 23 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme