Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

[Agon]
ἀλλʼ οὑξιὼν πρώτιστα μέν μοι τὸ γένος εἶπʼ ἂν εὐθὺς
Εὐριπίδης
τοῦ δράματος.
Διόνυσος
κρεῖττον γὰρ ἦν σοι νὴ Δίʼ ἢ τὸ σαυτοῦ.
Εὐριπίδης
ἔπειτʼ ἀπὸ τῶν πρώτων ἐπῶν οὐδὲν παρῆκʼ ἂν ἀργόν,
 
ἀλλʼ ἔλεγεν ἡ γυνή τέ μοι χὠ δοῦλος οὐδὲν ἧττον,
 
χὠ δεσπότης χἠ παρθένος χἠ γραῦς ἄν. 950
Αἰσχύλος
εἶτα δῆτα 950
 
οὐκ ἀποθανεῖν σε ταῦτʼ ἐχρῆν τολμῶντα;
Εὐριπίδης
μὰ τὸν Ἀπόλλω·
 
δημοκρατικὸν γὰρ αὔτʼ ἔδρων.
Διόνυσος
τοῦτο μὲν ἔασον ὦ τᾶν.
 
οὐ σοὶ γάρ ἐστι περίπατος κάλλιστα περί γε τούτου.
Εὐριπίδης
ἔπειτα τουτουσὶ λαλεῖν ἐδίδαξα—
Αἰσχύλος
φημὶ κἀγώ.
 
ὡς πρὶν διδάξαι γʼ ὤφελες μέσος διαρραγῆναι. 955
Εὐριπίδης
λεπτῶν τε κανόνων ἐσβολὰς ἐπῶν τε γωνιασμούς,
 
νοεῖν ὁρᾶν ξυνιέναι στρέφειν ἐρᾶν τεχνάζειν,
 
κάχʼ ὑποτοπεῖσθαι, περινοεῖν ἅπαντα—
Αἰσχύλος
φημὶ κἀγώ.
Εὐριπίδης
οἰκεῖα πράγματʼ εἰσάγων, οἷς χρώμεθʼ, οἷς ξύνεσμεν,
 
ἐξ ὧν γʼ ἂν ἐξηλεγχόμην· ξυνειδότες γὰρ οὗτοι 960
 
ἤλεγχον ἄν μου τὴν τέχνην· ἀλλʼ οὐκ ἐκομπολάκουν
 
ἀπὸ τοῦ φρονεῖν ἀποσπάσας, οὐδʼ ἐξέπληττον αὐτούς,
 
Κύκνους ποιῶν καὶ Μέμνονας κωδωνοφαλαροπώλους.
 
γνώσει δὲ τοὺς τούτου τε κἀμοὺς ἑκατέρου μαθητάς.
 
τουτουμενὶ Φορμίσιος Μεγαίνετός θʼ ὁ Μανῆς, 965
 
σαλπιγγολογχυπηνάδαι, σαρκασμοπιτυοκάμπται,
 
οὑμοὶ δὲ Κλειτοφῶν τε καὶ Θηραμένης ὁ κομψός.
Διόνυσος
Θηραμένης; σοφός γʼ ἀνὴρ καὶ δεινὸς ἐς τὰ πάντα,
 
ὃς ἢν κακοῖς που περιπέσῃ καὶ πλησίον παραστῇ,
← Önceki Parodos · 25 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme