Thesauros Literature Comedy Βάτραχοι

Βάτραχοι

Βάτραχοι Aristophanes

Parodos

Ἄιακος
ἀπῇξας ἄγχων κἀποδρὰς ᾤχου λαβών,
 
ὃν ἐγὼ ʼφύλαττον. ἀλλὰ νῦν ἔχει μέσος·
 
τοία Στυγός σε μελανοκάρδιος πέτρα 470
 
Ἀχερόντιός τε σκόπελος αἱματοσταγὴς
 
φρουροῦσι, Κωκυτοῦ τε περίδρομοι κύνες,
 
ἔχιδνά θʼ ἑκατογκέφαλος, ἣ τὰ σπλάγχνα σου
 
διασπαράξει, πλευμόνων τʼ ἀνθάψεται
 
Ταρτησία μύραινα· τὼ νεφρὼ δέ σου 475
 
αὐτοῖσιν ἐντέροισιν ᾑματωμένω
 
διασπάσονται Γοργόνες Τειθράσιαι,
 
ἐφʼ ἃς ἐγὼ δρομαῖον ὁρμήσω πόδα.
Ξανθίας
οὗτος τί δέδρακας;
Διόνυσος
ἐγκέχοδα· κάλει θεόν.
Ξανθίας
ὦ καταγέλαστʼ οὔκουν ἀναστήσει ταχὺ 480
 
πρίν τινά σʼ ἰδεῖν ἀλλότριον;
Διόνυσος
ἀλλʼ ὡρακιῶ.
 
ἀλλʼ οἶσε πρὸς τὴν καρδίαν μου σφογγιάν.
Ξανθίας
ἰδοὺ λαβέ, προσθοῦ.
Διόνυσος
ποῦ ʼστιν;
Ξανθίας
ὦ χρυσοῖ θεοὶ
 
ἐνταῦθʼ ἔχεις τὴν καρδίαν;
Διόνυσος
δείσασα γὰρ
 
ἐς τὴν κάτω μου κοιλίαν καθείρπυσεν. 485
Ξανθίας
ὦ δειλότατε θεῶν σὺ κἀνθρώπων.
Διόνυσος
ἐγώ;
 
πῶς δειλὸς ὅστις σφογγιὰν ᾔτησά σε;
 
οὐκ ἂν ἕτερός γʼ αὔτʼ ἠργάσατʼ ἀνήρ.
Ξανθίας
ἀλλὰ τί;
Διόνυσος
κατέκειτʼ ἂν ὀσφραινόμενος, εἴπερ δειλὸς ἦν·
 
ἐγὼ δʼ ἀνέστην καὶ προσέτʼ ἀπεψησάμην. 490
← Önceki Parodos · 6 / 46 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme