Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Choral]
κᾆτʼ οὐκ ἦν ἐμοὶ
Βλέπυρος
φράσασαν ἰέναι; 530
Πραξάγορα
τῆς λεχοῦς δʼ οὐ φροντίσαι 530
 
οὕτως ἐχούσης ὦνερ;
Βλέπυρος
εἰποῦσάν γέ μοι.
 
ἀλλʼ ἔστιν ἐνταῦθά τι κακόν.
Πραξάγορα
μὰ τὼ θεὼ
 
ἀλλʼ ὥσπερ εἶχον ᾠχόμην· ἐδεῖτο δὲ
 
ἥπερ μεθῆκέ μʼ ἐξιέναι πάσῃ τέχνῃ.
Βλέπυρος
εἶτʼ οὐ τὸ σαυτῆς ἱμάτιον ἐχρῆν σʼ ἔχειν; 535
 
ἀλλʼ ἔμʼ ἀποδύσασʼ ἐπιβαλοῦσα τοὔγκυκλον
 
ᾤχου καταλιποῦσʼ ὡσπερεὶ προκείμενον,
 
μόνον οὐ στεφανώσασʼ οὐδʼ ἐπιθεῖσα λήκυθον.
Πραξάγορα
ψῦχος γὰρ ἦν, ἐγὼ δὲ λεπτὴ κἀσθενής·
 
ἔπειθʼ ἵνʼ ἀλεαίνοιμι, τοῦτʼ ἠμπεσχόμην· 540
 
σὲ δʼ ἐν ἀλέᾳ κατακείμενον καὶ στρώμασιν
 
κατέλιπον ὦνερ.
Βλέπυρος
αἱ δὲ δὴ Λακωνικαὶ
 
ᾤχοντο μετὰ σοῦ κατὰ τί χἠ βακτηρία;
Πραξάγορα
ἵνα θοἰμάτιον σώσαιμι, μεθυπεδησάμην
 
μιμουμένη σε καὶ κτυποῦσα τοῖν ποδοῖν 545
 
καὶ τοὺς λίθους παίουσα τῇ βακτηρίᾳ.
Βλέπυρος
οἶσθʼ οὖν ἀπολωλεκυῖα πυρῶν ἑκτέα,
 
ὃν χρῆν ἔμʼ ἐξ ἐκκλησίας εἰληφέναι;
Πραξάγορα
μὴ φροντίσῃς· ἄρρεν γὰρ ἔτεκε παιδίον.
Βλέπυρος
ἡκκλησία; 550
Πραξάγορα
μὰ Δίʼ ἀλλʼ ἐφʼ ἣν ἐγᾠχόμην. 550
 
ἀτὰρ γεγένηται;
Βλέπυρος
ναὶ μὰ Δίʼ. οὐκ ᾔδησθά με
 
φράσαντά σοι χθές;
← Önceki Parodos · 11 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme