Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Choral]
ἄρτι γʼ ἀναμιμνῄσκομαι.
Βλέπυρος
οὐδʼ ἄρα τὰ δόξαντʼ οἶσθα;
Πραξάγορα
μὰ Δί ἐγὼ μὲν οὔ.
Βλέπυρος
κάθησο τοίνυν σηπίας μασωμένη.
 
ὑμῖν δέ φασι παραδεδόσθαι τὴν πόλιν. 555
Πραξάγορα
τί δρᾶν; ὑφαίνειν;
Βλέπυρος
οὐ μὰ Δίʼ ἀλλʼ ἄρχειν.
Πραξάγορα
τίνων;
Βλέπυρος
ἁπαξαπάντων τῶν κατὰ πόλιν πραγμάτων.
Πραξάγορα
νὴ τὴν Ἀφροδίτην μακαρία γʼ ἄρ ἡ πόλις
 
ἔσται τὸ λοιπόν.
Βλέπυρος
κατὰ τί;
Πραξάγορα
πολλῶν οὕνεκα.
 
οὐ γὰρ ἔτι τοῖς τολμῶσιν αὐτὴν αἰσχρὰ δρᾶν 560
 
ἔσται τὸ λοιπόν, οὐδαμοῦ δὲ μαρτυρεῖν,
 
οὐ συκοφαντεῖν—
Βλέπυρος
μηδαμῶς πρὸς τῶν θεῶν
 
τουτὶ ποιήσῃς μηδʼ ἀφέλῃ μου τὸν βίον.
Ἀνήρ
ὦ δαιμόνιʼ ἀνδρῶν τὴν γυναῖκʼ ἔα λέγειν.
Πραξάγορα
μὴ λωποδυτῆσαι, μὴ φθονεῖν τοῖς πλησίον, 565
 
μὴ γυμνὸν εἶναι μὴ πένητα μηδένα,
 
μὴ λοιδορεῖσθαι, μὴ ʼνεχυραζόμενον φέρειν.
Ἀνήρ
νὴ τὸν Ποσειδῶ μεγάλα γʼ, εἰ μὴ ψεύσεται.
Πραξάγορα
ἀλλʼ ἀποφανῶ τοῦθʼ, ὥστε σέ τέ μοι μαρτυρεῖν
 
καὶ τοῦτον αὐτὸν μηδὲν ἀντειπεῖν ἐμοι. 570
[Agon]
νῦν δὴ δεῖ σε πυκνὴν φρένα καὶ φιλόσοφον ἐγείρειν
Χορὸς
φροντίδʼ ἐπισταμένην
 
ταῖσι φίλαισιν ἀμύνειν.
 
καινὴ γὰρ ἐπʼ εὐτυχίαισιν
 
ἔρχεται γλώττης ἐπίνοια πολίτην
← Önceki Parodos · 12 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme