Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Agon]
τοῦτʼ ἐς τὸ μέσον καταθήσει.
Πραξάγορα
καὶ μὴ καταθεὶς ψευδορκήσει.
Βλέπυρος
κἀκτήσατο γὰρ διὰ τοῦτο.
Πραξάγορα
ἀλλʼ οὐδέν τοι χρήσιμον ἔσται πάντως αὐτῷ.
Βλέπυρος
κατὰ δὴ τί;
Πραξάγορα
οὐδεὶς οὐδὲν πενίᾳ δράσει· πάντα γὰρ ἕξουσιν ἅπαντες, 605
 
ἄρτους τεμάχη μάζας χλαίνας οἶνον στεφάνους ἐρεβίνθους.
 
ὥστε τί κέρδος μὴ καταθεῖναι; σὺ γὰρ ἐξευρὼν ἀπόδειξον.
Βλέπυρος
οὔκουν καὶ νῦν οὗτοι μᾶλλον κλέπτουσʼ οἷς ταῦτα πάρεστιν;
Πραξάγορα
πρότερόν γʼ ὦταῖρʼ ὅτε τοῖσι νόμοις διεχρώμεθα τοῖς προτέροισιν·
 
νῦν δʼ ἔσται γὰρ βίος ἐκ κοινοῦ, τί τὸ κέρδος μὴ καταθεῖναι; 610
Βλέπυρος
ἢν μείρακʼ ἰδὼν ἐπιθυμήσῃ καὶ βούληται σκαλαθῦραι,
 
ἕξει τούτων ἀφελὼν δοῦναι, τῶν ἐκ κοινοῦ δὲ μεθέξει
 
ξυγκαταδαρθών.
Πραξάγορα
ἀλλʼ ἐξέσται προῖκʼ αὐτῷ ξυγκαταδαρθεῖν.
 
καὶ ταύτας γὰρ κοινὰς ποιῶ τοῖς ἀνδράσι συγκατακεῖσθαι
 
καὶ παιδοποιεῖν τῷ βουλομένῳ. 615
Βλέπυρος
πῶς οὖν οὐ πάντες ἴασιν 615
 
ἐπὶ τὴν ὡραιοτάτην αὐτῶν καὶ ζητήσουσιν ἐρείδειν;
Πραξάγορα
αἱ φαυλότεραι καὶ σιμότεραι παρὰ τὰς σεμνὰς καθεδοῦνται·
 
κᾆτʼ ἢν ταύτης ἐπιθυμήσῃ, τὴν αἰσχρὰν πρῶθʼ ὑποκρούσει.
Βλέπυρος
καὶ πῶς ἡμᾶς τοὺς πρεσβύτας, ἢν ταῖς αἰσχραῖσι συνῶμεν,
 
οὐκ ἐπιλείψει τὸ πέος πρότερον πρὶν ἐκεῖσʼ οἷ φῂς ἀφικέσθαι; 620
Πραξάγορα
οὐχὶ μαχοῦνται· περὶ σοῦ θάρρει· μὴ δείσῃς· οὐχὶ μαχοῦνται.
Βλέπυρος
περὶ τοῦ;
Πραξάγορα
τοῦ μὴ ξυγκαταδαρθεῖν. καὶ σοὶ τοιοῦτον ὑπάρχει.
Βλέπυρος
τὸ μὲν ὑμέτερον γνώμην τινʼ ἔχει· προβεβούλευται γάρ, ὅπως ἂν
 
μηδεμιᾶς ᾖ τρύπημα κενόν· τὸ δὲ τῶν ἀνδρῶν τί ποιήσει;
 
φεύξονται γὰρ τοὺς αἰσχίους, ἐπὶ τοὺς δὲ καλοὺς βαδιοῦνται. 625
Πραξάγορα
ἀλλὰ φυλάξουσʼ οἱ φαυλότεροι τοὺς καλλίους ἀπιόντας
← Önceki Parodos · 14 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme