Parodos
[Agon]
ὅταν ᾖ δεκάπουν τὸ στοιχεῖον, λιπαρὸν χωρεῖν ἐπὶ δεῖπνον.
Βλέπυρος
περὶ δʼ ἱματίων τίς πόρος ἔσται; καὶ γὰρ τοῦτʼ ἔστιν ἐρέσθαι.
Πραξάγορα
τὰ μὲν ὄνθʼ ὑμῖν πρῶτον ὑπάρξει, τὰ δὲ λοίφʼ ἡμεῖς ὑφανοῦμεν.
Βλέπυρος
ἓν ἔτι ζητῶ· πῶς ἤν τις ὄφλῃ παρὰ τοῖς ἄρχουσι δίκην τῳ,
655
πόθεν ἐκτείσει ταύτην; οὐ γὰρ τῶν κοινῶν γʼ ἐστὶ δίκαιον.
Πραξάγορα
ἀλλʼ οὐδὲ δίκαι πρῶτον ἔσονται.
Βλέπυρος
τουτὶ τοὔπος σʼ ἐπιτρίψει.
Πραξάγορα
κἀγὼ ταύτην γνώμην ἐθέμην· τοῦ γὰρ τάλαν οὕνεκʼ ἔσονται;
Βλέπυρος
πολλῶν οὕνεκα νὴ τὸν Ἀπόλλω· πρῶτον δʼ ἑνὸς οὕνεκα δήπου,
ἤν τις ὀφείλων ἐξαρνῆται.
660
Πραξάγορα
πόθεν οὖν ἐδάνεισʼ ὁ δανείσας
660
ἐν τῷ κοινῷ πάντων ὄντων; κλέπτων δήπουʼ στʼ ἐπίδηλος.
Βλέπυρος
νὴ τὴν Δήμητρʼ εὖ γε διδάσκεις. τουτὶ τοίνυν φρασάτω μοι,
τῆς αἰκείας οἱ τύπτοντες πόθεν ἐκτείσουσιν, ἐπειδὰν
εὐωχηθέντες ὑβρίζωσιν; τοῦτο γὰρ οἶμαί σʼ ἀπορήσειν.
Πραξάγορα
ἀπὸ τῆς μάζης ἧς σιτεῖται· ταύτης γὰρ ὅταν τις ἀφαιρῇ,
665
οὐχ ὑβριεῖται φαύλως οὕτως αὖθις τῇ γαστρὶ κολασθείς.
Βλέπυρος
οὐδʼ αὖ κλέπτης οὐδεὶς ἔσται;
Πραξάγορα
πῶς γὰρ κλέψει μετὸν αὐτῷ;
Βλέπυρος
οὐδʼ ἀποδύσουσʼ ἄρα τῶν νυκτῶν;
Πραξάγορα
οὐκ ἢν οἴκοι γε καθεύδῃς,
οὐδʼ ἤν γε θύραζʼ ὥσπερ πρότερον· βίοτος γὰρ πᾶσιν ὑπάρξει.
ἢν δʼ ἀποδύῃ γʼ, αὐτὸς δώσει. τί γὰρ αὐτῷ πρᾶγμα μάχεσθαι;
670
ἔτερον γὰρ ἰὼν ἐκ τοῦ κοινοῦ κρεῖττον ἐκείνου κομιεῖται.
Βλέπυρος
οὐδὲ κυβεύσουσʼ ἆρʼ ἄνθρωποι;
Πραξάγορα
περὶ τοῦ γὰρ τοῦτο ποιήσει;
Βλέπυρος
τὴν δὲ δίαιταν τίνα ποιήσεις;
Πραξάγορα
κοινὴν πᾶσιν. τὸ γὰρ ἄστυ
μίαν οἴκησίν φημι ποιήσειν συρρήξασʼ εἰς ἓν ἅπαντα,
ὥστε βαδίζειν ὡς ἀλλήλους.
675