Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

Κηρύκαινα
κρατῆρα συγκιρνᾶσιν, αἱ μυροπώλιδες
 
ἑστᾶσʼ ἐφεξῆς, τὰ τεμάχη ῥιπίζεται,
 
λαγῷʼ ἀναπηγνύασι, πόπανα πέττεται,
 
στέφανοι πλέκονται, φρύγεται τραγήματα,
 
χύτρας ἔτνους ἕψουσιν αἱ νεώταται. 845
 
Σμοῖος δʼ ἐν αὐταῖς ἱππικὴν στολὴν ἔχων
 
τὰ τῶν γυναικῶν διακαθαίρει τρύβλια.
 
Γέρων δὲ χωρεῖ χλανίδα καὶ κονίποδε
 
ἔχων, καχάζων μεθʼ ἑτέρου νεανίου·
 
ἐμβὰς δὲ κεῖται καὶ τρίβων ἐρριμμένος. 850
 
πρὸς ταῦτα χωρεῖθʼ, ὡς ὁ τὴν μᾶζαν φέρων
 
ἕστηκεν· ἀλλὰ τὰς γνάθους διοίγνυτε.
Ἀνὴρ Β
οὐκοῦν βαδιοῦμαι δῆτα. τί γὰρ ἕστηκʼ ἔχων
 
ἐνταῦθʼ, ἐπειδὴ ταῦτα τῇ πόλει δοκεῖ;
Ἀνὴρ Α
καὶ ποῖ βαδιεῖ σὺ μὴ καταθεὶς τὴν οὐσίαν; 855
Ἀνὴρ Β
ἐπὶ δεῖπνον.
Ἀνὴρ Α
οὐ δῆτʼ, ἤν γʼ ἐκείναις νοῦς ἐνῇ,
 
πρίν γʼ ἂν ἀπενέγκῃς.
Ἀνὴρ Β
ἀλλʼ ἀποίσω.
Ἀνὴρ Α
πηνίκα;
Ἀνὴρ Β
οὐ τοὐμὸν ὦ τᾶν ἐμποδὼν ἔσται.
Ἀνὴρ Α
τί δή;
Ἀνὴρ Β
ἑτέρους ἀποίσειν φήμʼ ἔθʼ ὑστέρους ἐμοῦ.
Ἀνὴρ Α
βαδιεῖ δὲ δειπνήσων ὅμως; 860
Ἀνὴρ Β
τί γὰρ πάθω; 860
 
τὰ δυνατὰ γὰρ δεῖ τῇ πόλει ξυλλαμβάνειν
 
τοὺς εὖ φρονοῦντας.
Ἀνὴρ Α
ἢν δὲ κωλύσωσι, τί;
Ἀνὴρ Β
ὁμόσʼ εἶμι κύψας.
Ἀνὴρ Α
ἢν δὲ μαστιγῶσι, τί;
← Önceki Parodos · 24 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme