Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Exodus]
λαγαρὰς τοῖν σκελίσκοιν τὸν ῥυθμόν.
Χορὸς
τάχα γὰρ ἔπεισι
 
λοπαδοτεμαχοσελαχογαλεο-
 
κρανιολειψανοδριμυποτριμματο- 1170
 
σιλφιοτυρομελιτοκατακεχυμενο-
 
κιχλεπικοσσυφοφαττοπεριστερα-
 
λεκτρυονοπτεκεφαλλιοκιγκλοπε-
 
λειολαγῳοσιραιοβαφητραγα-
 
νοπτερυγών· σὺ δὲ ταῦτʼ ἀκροασάμενος 1175
 
ταχὺ καὶ ταχέως λαβὲ τρύβλιον·
 
εἶτα λαβὼν κόνισαι
 
λέκιθον, ἵνʼ ἐπιδειπνῇς·
 
ἀλλὰ λαιμάττουσί που.
 
αἴρεσθʼ ἄνω, ἰαὶ εὐαί. 1180
 
δειπνήσομεν, εὐοῖ εὐαί,
 
εὐαί, ὡς ἐπὶ νίκῃ·
 
εὐαί, εὐαί, εὐαί, εὐαί.
← Önceki Parodos · 37 / 37

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme