Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

Χρέμης
μὰ τὸν Δίʼ οὐδένʼ ἄλλον ἢ τὸν θύλακον.
Βλέπυρος
τὸ δʼ αἴτιον τί;
Χρέμης
πλεῖστος ἀνθρώπων ὄχλος,
 
ὅσος οὐδεπώποτʼ ἦλθʼ ἁθρόος ἐς τὴν πύκνα.
 
καὶ δῆτα πάντες σκυτοτόμοις ᾐκάζομεν 385
 
ὁρῶντες αὐτούς. οὐ γὰρ ἀλλʼ ὑπερφυῶς
 
ὡς λευκοπληθὴς ἦν ἰδεῖν ἡκκλησία·
 
ὥστʼ οὐκ ἔλαβον οὔτʼ αὐτὸς οὔτʼ ἄλλοι συχνοί.
Βλέπυρος
οὐδʼ ἄρʼ ἂν ἐγὼ λάβοιμι νῦν ἐλθών;
Χρέμης
πόθεν;
 
οὐδʼ εἰ μὰ Δία τότʼ ἦλθες ὅτε τὸ δεύτερον 390
 
ἁλεκτρυὼν ἐφθέγγετʼ.
Βλέπυρος
οἴμοι δείλαιος.
 
Ἀντίλοχʼ ἀποίμωξόν με τοῦ τριωβόλου
 
τὸν ζῶντα μᾶλλον. τἀμὰ γὰρ διοίχεται.
 
ἀτὰρ τί τὸ πρᾶγμʼ ἦν, ὅτι τοσοῦτον χρῆμʼ ὄχλου
 
οὕτως ἐν ὥρᾳ ξυνελέγη; 395
Χρέμης
τί δʼ ἄλλο γʼ ἢ 395
 
ἔδοξε τοῖς πρυτάνεσι περὶ σωτηρίας
 
γνώμας καθεῖναι τῆς πόλεως; κᾆτʼ εὐθέως
 
πρῶτος Νεοκλείδης ὁ γλάμων παρείρπυσεν.
 
κἄπειθʼ ὁ δῆμος ἀναβοᾷ πόσον δοκεῖς,
 
οὐ δεινὰ τολμᾶν τουτονὶ δημηγορεῖν, 400
 
καὶ ταῦτα περὶ σωτηρίας προκειμένου,
 
ὃς αὐτὸς αὑτῷ βλεφαρίδʼ οὐκ ἐσώσατο;
 
ὁ δʼ ἀναβοήσας καὶ περιβλέψας ἔφη,
 
τί δαί με χρῆν δρᾶν;
Βλέπυρος
σκόροδʼ ὁμοῦ τρίψαντʼ ὀπῷ
 
τιθύμαλλον ἐμβαλόντα τοῦ Λακωνικοῦ 405
 
σαυτοῦ παραλείφειν τὰ βλέφαρα τῆς ἑσπέρας,
← Önceki Parodos · 5 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme