Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

Βλέπυρος
ἔγωγʼ ἂν εἶπον, εἰ παρὼν ἐτύγχανον.
Χρέμης
μετὰ τοῦτον Εὐαίων ὁ δεξιώτατος
 
παρῆλθε γυμνός, ὡς ἐδόκει τοῖς πλείοσιν·
 
αὐτός γε μέντοὔφασκεν ἱμάτιον ἔχειν· 410
 
κἄπειτʼ ἔλεξε δημοτικωτάτους λόγους·
 
ὁρᾶτε μέν με δεόμενον σωτηρίας
 
τετραστατήρου καὐτόν· ἀλλʼ ὅμως ἐρῶ
 
ὡς τὴν πόλιν καὶ τοὺς πολίτας σώσετε.
 
ἢν γὰρ παρέχωσι τοῖς δεομένοις οἱ κναφῆς 415
 
χλαίνας, ἐπειδὰν πρῶτον ἥλιος τραπῇ,
 
πλευρῖτις ἡμῶν οὐδένʼ ἂν λάβοι ποτέ.
 
ὅσοις δὲ κλίνη μή ʼστι μηδὲ στρώματα,
 
ἰέναι καθευδήσοντας ἀπονενιμμένους
 
ἐς τῶν σκυλοδεψῶν· ἢν δʼ ἀποκλῄῃ θύρᾳ 420
 
χειμῶνος ὄντος, τρεῖς σισύρας ὀφειλέτω.
Βλέπυρος
νὴ τὸν Διόνυσον χρηστά γʼ· εἰ δʼ ἐκεῖνά γε
 
προσέθηκεν, οὐδεὶς ἀντεχειροτόνησεν ἄν,
 
τοὺς ἀλφιταμοιβοὺς τοῖς ἀπόροις τρεῖς χοίνικας
 
δεῖπνον παρέχειν ἅπασιν ἢ κλάειν μακρά, 425
 
ἵνα τοῦτʼ ἀπέλαυσαν Ναυσικύδους τἀγαθόν.
Χρέμης
μετὰ τοῦτο τοίνυν εὐπρεπὴς νεανίας
 
λευκός τις ἀνεπήδησʼ ὅμοιος Νικίᾳ
 
δημηγορήσων, κἀπεχείρησεν λέγειν
 
ὡς χρὴ παραδοῦναι ταῖς γυναιξὶ τὴν πόλιν. 430
 
εἶτʼ ἐθορύβησαν κἀνέκραγον ὡς εὖ λέγοι,
 
τὸ σκυτοτομικὸν πλῆθος, οἱ δʼ ἐκ τῶν ἀγρῶν
 
ἀνεβορβόρυξαν.
Βλέπυρος
νοῦν γὰρ εἶχον νὴ Δία.
Χρέμης
ἀλλʼ ἦσαν ἥττους· ὁ δὲ κατεῖχε τῇ βοῇ,
 
τὰς μὲν γυναῖκας πόλλʼ ἀγαθὰ λέγων, σὲ δὲ 435
← Önceki Parodos · 6 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme