Thesauros Literature Comedy Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι

Ἐκκλησιάζουσαι Aristophanes

Parodos

[Parodos]
ἔμβα χώρει.
Χορὸς
ἆρʼ ἔστι τῶν ἀνδρῶν τις ἡμῖν ὅστις ἐπακολουθεῖ;
 
στρέφου σκόπει, 480
 
φύλαττε σαυτὴν ἀσφαλῶς, πολλοὶ γὰρ οἱ πανοῦργοι,
 
μή πού τις ἐκ τοὔπισθεν ὢν τὸ σχῆμα καταφυλάξῃ.
 
ἀλλʼ ὡς μάλιστα τοῖν ποδοῖν ἐπικτυπῶν βάδιζε·
 
ἡμῖν δʼ ἂν αἰσχύνην φέροι
 
πάσαισι παρὰ τοῖς ἀνδράσιν τὸ πρᾶγμα τοῦτʼ ἐλεγχθέν. 485
 
πρὸς ταῦτα συστέλλου σεαυτὴν
 
καὶ περισκοπουμένη
 
τἀνθένδε καὶ τἀκεῖσε καὶ
 
τἀκ δεξιᾶς, μὴ ξυμφορὰ γενήσεται τὸ πρᾶγμα.
 
ἀλλʼ ἐγκονῶμεν· τοῦ τόπου γὰρ ἐγγύς ἐσμεν ἤδη,
 
ὅθενπερ εἰς ἐκκλησίαν ὡρμώμεθʼ ἡνίκʼ ᾖμεν· 490
 
τὴν δʼ οἰκίαν ἔξεσθʼ ὁρᾶν, ὅθενπερ ἡ στρατηγὸς
 
ἔσθʼ ἡ τὸ πρᾶγμʼ εὑροῦσʼ ὃ νῦν ἔδοξε τοῖς πολίταις.
 
ὥστʼ εἰκὸς ἡμᾶς μὴ βραδύνειν ἔστʼ ἐπαναμενούσας
 
πώγωνας ἐξηρτημένας,
 
μὴ καὶ τις †ὄψεθʼ ἡμᾶσ† χἠμῶν ἴσως κατείπῃ. 495
 
ἀλλʼ εἶα δεῦρʼ ἐπὶ σκιᾶς
 
ἐλθοῦσα πρὸς τὸ τειχίον
 
παραβλέπουσα θατέρῳ
 
πάλιν μετασκεύαζε σαυτὴν αὖθις ἥπερ ἦσθα,
 
καὶ μὴ βράδυνʼ· ὡς τήνδε καὶ δὴ τὴν στρατηγὸν ἡμῶν 500
 
χωροῦσαν ἐξ ἐκκλησίας ὁρῶμεν. ἀλλʼ ἐπείγου
 
ἅπασα καὶ μίσει σάκον πρὸς τοῖν γνάθοιν ἔχουσα·
 
χαὖται γὰρ ἥκουσιν πάλαι τὸ σχῆμα τοῦτʼ ἔχουσαι.
Πραξάγορα
ταυτὶ μὲν ἡμῖν ὦ γυναῖκες εὐτυχῶς
 
τὰ πράγματʼ ἐκβέβηκεν ἁβουλεύσαμεν. 505
 
ἀλλʼ ὡς τάχιστα πρίν τινʼ ἀνθρώπων ἰδεῖν,
← Önceki Parodos · 9 / 37 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme