Thesauros Literature Comedy Πλοῦτος

Πλοῦτος

Πλοῦτος Aristophanes

Parodos

Χρεμύλος
πρὸ τοῦ δʼ ὑπὸ τῆς πενίας ἅπανθʼ ὑπήσθιεν. 1005
Γραῦς
καὶ μὴν πρὸ τοῦ γʼ ὁσημέραι νὴ τὼ θεὼ
 
ἐπὶ τὴν θύραν ἐβάδιζεν ἀεὶ τὴν ἐμήν.
Χρεμύλος
ἐπʼ ἐκφοράν;
Γραῦς
μὰ Δίʼ ἀλλὰ τῆς φωνῆς μόνον
 
ἐρῶν ἀκοῦσαι.
Χρεμύλος
τοῦ λαβεῖν μὲν οὖν χάριν.
Γραῦς
καὶ νὴ Δίʼ εἰ λυπουμένην γʼ αἴσθοιτό με, 1010
 
νηττάριον ἂν καὶ φάττιον ὑπεκορίζετο.
Χρεμύλος
ἔπειτʼ ἴσως ᾔτει σʼ ἂν εἰς ὑποδήματα.
Γραῦς
μυστηρίοις δὲ τοῖς μεγάλοις ὀχουμένην
 
ἐπὶ τῆς ἁμάξης ὅτι προσέβλεψέν μέ τις,
 
ἐτυπτόμην διὰ τοῦθʼ ὅλην τὴν ἡμέραν. 1015
 
οὕτω σφόδρα ζηλότυπος ὁ νεανίσκος ἦν.
Χρεμύλος
μόνος γὰρ ἥδεθʼ, ὡς ἔοικεν, ἐσθίων.
Γραῦς
καὶ τάς γε χεῖρας παγκάλας ἔχειν μʼ ἔθη.
Χρεμύλος
ὁπότε προτείνοιέν γε δραχμὰς εἴκοσιν.
Γραῦς
ὄζειν τε τῆς χρόας ἔφασκεν ἡδύ μου. 1020
Χρεμύλος
εἰ Θάσιον ἐνέχεις, εἰκότως γε νὴ Δία.
Γραῦς
τὸ βλέμμα θʼ ὡς ἔχοιμι μαλακὸν καὶ καλόν.
Χρεμύλος
οὐ σκαιὸς ἦν ἄνθρωπος, ἀλλʼ ἠπίστατο
 
γραὸς καπρώσης τἀφόδια κατεσθίειν.
Γραῦς
ταῦτʼ οὖν ὁ θεὸς ὦ φίλʼ ἄνερ οὐκ ὀρθῶς ποιεῖ, 1025
 
φάσκων βοηθεῖν τοῖς ἀδικουμένοις ἀεί.
Χρεμύλος
τί γὰρ ποιήσει; φράζε, καὶ πεπράξεται.
Γραῦς
ἀναγκάσαι δίκαιόν ἐστι νὴ Δία
 
τὸν εὖ παθόνθʼ ὑπʼ ἐμοῦ πάλιν μʼ ἀντευποιεῖν,
 
ἢ μηδʼ ὁτιοῦν ἀγαθὸν δίκαιόν ἐστʼ ἔχειν. 1030
Χρεμύλος
οὔκουν καθʼ ἑκάστην ἀπεδίδου τὴν νύκτα σοι;
Γραῦς
ἀλλʼ οὐδέποτέ με ζῶσαν ἀπολείψειν ἔφη.
← Önceki Parodos · 28 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme