Thesauros Literature Comedy Πλοῦτος

Πλοῦτος

Πλοῦτος Aristophanes

Parodos

Χρεμύλος
οἷος;
Βλεψίδημος
λέγʼ ἀνύσας ὅ τι φῄς ποτε.
Χρεμύλος
ἢν μὲν κατορθώσωμεν, εὖ πράττειν ἀεί· 350
 
ἢν δὲ σφαλῶμεν, ἐπιτετρῖφθαι τὸ παράπαν.
Βλεψίδημος
τουτὶ πονηρὸν φαίνεται τὸ φορτίον
 
καί μʼ οὐκ ἀρέσκει. τό τε γὰρ ἐξαίφνης ἄγαν
 
οὕτως ὑπερπλουτεῖν τό τʼ αὖ δεδοικέναι
 
πρὸς ἀνδρὸς οὐδὲν ὑγιές ἐστʼ εἰργασμένου. 355
Χρεμύλος
πῶς οὐδὲν ὑγιές;
Βλεψίδημος
εἴ τι κεκλοφὼς νὴ Δία
 
ἐκεῖθεν ἥκεις ἀργύριον ἢ χρυσίον
 
παρὰ τοῦ θεοῦ, κἄπειτʼ ἴσως σοι μεταμέλει.
Χρεμύλος
Ἄπολλον ἀποτρόπαιε μὰ Δίʼ ἐγὼ μὲν οὔ.
Βλεψίδημος
παῦσαι φλυαρῶν ὦγάθʼ· οῖδα γὰρ σαφῶς. 360
Χρεμύλος
σὺ μηδὲν εἰς ἔμʼ ὑπονόει τοιουτονί.
Βλεψίδημος
φεῦ,
 
ὡς οὐδὲν ἀτεχνῶς ὑγιές ἐστιν οὐδενός,
 
ἀλλʼ εἰσὶ τοῦ κέρδους ἅπαντες ἥττονες.
Χρεμύλος
οὔ τοι μὰ τὴν Δήμητρʼ ὑγιαίνειν μοι δοκεῖς.
Βλεψίδημος
ὡς πολὺ μεθέστηχʼ ὧν πρότερον εἶχεν τρόπων. 365
Χρεμύλος
μελαγχολᾷς ὦνθρωπε νὴ τὸν οὐρανόν.
Βλεψίδημος
ἀλλʼ οὐδὲ τὸ βλέμμʼ αὐτὸ κατὰ χώραν ἔχει,
 
ἀλλʼ ἐστὶν ἐπίδηλόν τι πεπανουργηκότι.
Χρεμύλος
σὺ μὲν οἶδʼ ὃ κρώζεις· ὡς ἐμοῦ τι κεκλοφότος
 
ζητεῖς μεταλαβεῖν. 370
Βλεψίδημος
μεταλαβεῖν ζητῶ; τίνος; 370
Χρεμύλος
τὸ δʼ ἐστὶν οὐ τοιοῦτον ἀλλʼ ἑτέρως ἔχον.
Βλεψίδημος
μῶν οὐ κέκλοφας ἀλλʼ ἥρπακας;
Χρεμύλος
κακοδαιμονᾷς.
Βλεψίδημος
ἀλλʼ οὐδὲ μὴν ἀπεστέρηκάς γʼ οὐδένα;
← Önceki Parodos · 3 / 36 Sonraki →

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme