Thesauros Literature Epic Epigrams

Epigrams

Epigrams Homer
Books
 
πάντ’ ἔντοσθ’ αὐτῆς κεραμήια λεπτὰ ποιοῦσα. 14
 
δεῦρο καὶ Ἠελίου θύγατερ, πολυφάρμακε Κίρκη,
 
ἄγρια φάρμακα βάλλε, κάκου δ’ αὐτούς τε καὶ ἔργα.
 
δεῦρο δὲ καὶ Χείρων ἀγέτω πολέας Κενταύρους,
 
οἵθ’ Ἡρακλῆος χεῖρας φύγον οἵτ’ ἀπόλοντο,
 
τύπτοιεν τάδε ἔργα κακῶς, πίπτοι δὲ κάμινος·
 
αὐτοὶ δ’ οἰμώζοντες ὁρῴατο ἔργα πονηρά.
 
γηθήσω δ’ ὁρόων αὐτῶν κακοδαίμονα τέχνην·
 
ὃς δέ χ’ ὑπερκύψῃ, πυρὶ τούτου πᾶν τὸ πρόσωπον
 
φλεχθείη, ὡς πάντες ἐπίστωντ’ αἴσιμα ῥέζειν.
 
Δῶμα προσετραπόμεσθ’ ἀνδρὸς μέγα δυναμένοιο, 15
 
ὃς μέγα μὲν δύναται, μέγα δὲ πρέπειIlgen: ὄλβιος αἰεί.
 
αὐταὶ ἀνακλίνεσθε θύραι· Πλοῦτος γὰρ ἔσεισι
 
πολλός, σὺν Πλούτῳ δὲ καὶ Εὐφροσύνη τεθαλυῖα
 
Εἰρήνη τ’ ἀγαθή· ὅσα δ’ ἄγγεα, μεστὰ μὲν εἴη,
 
κυρβαίν δ’ αἰεὶ κατὰ καρδόπου ἕρποι μᾶζα.
 
νῦν μὲν κριθαίην, εὐώπιδα, σησαμόεσσα
 
Τοῦ παιδὸς δὲ γυνὴ κατὰ δίφραδα βήσεται ὕμμιν·
 
ἡμίονοι δ’ ἄξουσι κραταίποδες ἐς τόδε δῶμα·
 
αὐτὴ δ’ ἱστὸν ὑφαίνοι ἐπ’ ἠλέκτρῳ βεβαυῖα.
 
Νεῦμαί τοι, νεῦμαι ἐνιαύσιος, ὥστε χελιδὼν
 
ἕστηκ’ ἐν προθύροις ψιλὴ πόδας· ἀλλὰ φέρ’ αἶψα
 
πέρσαι τῶ Ἀπόλλωνος γυιάτιδος.
 
Εἰ μέν τι δώσεις· εἰ δὲ μή, οὐχ ἑστήξομεν· 16
 
οὐ γὰρ συνοικήσοντες ἐνθάδ’ ἤλθομεν.
 
Ἄνδρες ἄγρης ἁλίηςKoechly: θηρήτορες, ἦ ῥ’ ἔχομέν τι; 17
 
Ὅσσ’ ἕλομεν, λιπόμεσθ᾽· ὅσα δ’ οὐχ ἕλομεν φερόμεσθα.
 
Τοίων γὰρ πατέρων ἐξ αἵματος ἐκγεγάασθε,
 
οὔτε βαθυκλήρων οὔτ’ ἄσπετα μῆλα νεμόντων.
← Previous 3 / 3

nav.navigate

nav.identity

common.settings

common.language
TR EN
common.theme