3.14
Ὁ δὲ Ἀράβιος κόλπος, στενὸς ὢν καὶ προμήκης, ἄρχεται ἀπὸ Ἡρώων πόλεως, παρὰ τὴν Τρωγλοδυτικὴν ἕως τῆς Πτολεμαΐδος τῆς ἐπὶ θήρας, σταδίων ͵θ τὸ μῆκος· [ἐντεῦθεν δὲ ἕως τῶν κατὰ Δειρὴν στενῶν] πλοῦς σταδίων ͵δψʹ· τὰ δὲ κατὰ Δειρὴν στενὰ σταδίων ξʹ· ἔνθεν ἑξῆς πλοῦς παρὰ τὴν Ἐρυθρὰν θάλασσαν ἕως ὠκεανοῦ σταδίων ͵ε· τὸ δὲ λοιπὸν οὐ πλεῖται. Τὸ δὲ παρὰ τὴν Ἀραβίαν πλευρὰν ἀπ᾿ Αἰλανίτου μυχοῦ σταδίων μυρίων ͵δ. Αὐτὴ δὲ ἡ Ἀραβία εἰς τὴν Ἐρυθρὰν καθήκει καὶ μεμήκυται ἐπὶ σταδίων μυρίων δισχιλίων.
[Περὶ μήκους καὶ πλάτους τῆς οἰκουμένης]
4.15
Μῆκος δὲ τῆς οἰκουμένης ἀπὸ Γάγγου εἰς τὰ Γάδειρα σταδίων μυριάδων ϛʹ καὶ ͵ηφμεʹ, οὕτως· ἀπὸ μὲν Γάγγου ποταμοῦ ἕως Μυριάνδρου τῆς ἐν Ἰσσικῷ κόλπῳ σταδίων μυριάδων δʹ καὶ ͵αψκεʹ οὕτως· ἀπὸ Γάγγου ἐπὶ ἐκβολὰς Ἰνδοῦ ποταμοῦ σταδίων μυρίων ͵ϛ· ἀπὸ Ἰνδοῦ ἕως Κασπίων πυλῶν μυρίων ͵ετʹ· ἐπὶ τὸν Εὐφράτην σταδίων μυρίων νʹ· εἰς Μυρίανδρον σταδίων τοεʹ.
4.16
Ἀπὸ δὲ Μυριάνδρου ἐπὶ Γάδειρα σταδίων δισμυρίων ͵ϛωκʹ, οὕτως· ἀπὸ Μυριάνδρου ἐπὶ Κλεῖδας Κύπρου στάδια ͵αυʹ· ἐπὶ Ἀκάμαντα τὸ ἀκρωτήριον στάδια ͵ατʹ· ἐπὶ δὲ Χελιδονίας διὰ Παμφυλίου πελάγους στάδια ͵ατʹ· εἰς Πάταρα στάδια ωʹ· (ὡς) εἰς ῾Ρόδον στάδια ψʹ· εἰς Ἀστυπάλαιαν διὰ Καρπαθίου στάδια ϡμʹ· ἐπὶ Ταίναρον στάδια ͵αυνʹ· ἐπὶ Πάχυνον Σικελίας στάδια ͵δχʹ· ἐπὶ Λιλύβαιον διὰ Λιβυκοῦ πελάγους στάδια ͵αφκʹ· ἐπὶ δὲ Κάραλιν Σαρδοῦς διὰ Τυρσηνικοῦ πελάγους στάδια ͵βωʹ· ἐπὶ Γάδειρα ὑπερπλεύσαντι Γυμνησίας νήσους στάδια μύρια· ἀπὸ Γαδείρων δὲ διὰ Ἱεροῦ ἀκρωτηρίου ἐπὶ Ἀρτάβρων λιμένα στάδιοι ͵ζϡλβʹ. Ὁμοῦ γίνονται μυριάδες ζʹ καὶ ͵ϛυοζʹ.